Библия-Центр
РУ
Вся Библия
Greek/Septuagint (gr)

ΜΑΚΚΑΒΑΊΩΝ Α, κεφαλίς 12

καὶ εἰ̃δεν Ιωναθαν ὅτι ὁ καιρὸς αὐτω̨̃ συνεργει̃ καὶ ἐπελέξατο ἄνδρας καὶ ἀπέστειλεν εἰς 'Ρώμην στη̃σαι καὶ ἀνανεώσασθαι τὴν πρὸς αὐτοὺς φιλίαν
καὶ πρὸς Σπαρτιάτας καὶ τόπους ἑτέρους ἀπέστειλεν ἐπιστολὰς κατὰ τὰ αὐτά
καὶ ἐπορεύθησαν εἰς 'Ρώμην καὶ εἰση̃λθον εἰς τὸ βουλευτήριον καὶ εἰ̃πον Ιωναθαν ὁ ἀρχιερεὺς καὶ τὸ ἔθνος τω̃ν Ιουδαίων ἀπέστειλεν ἡμα̃ς ἀνανεώσασθαι τὴν φιλίαν ἑαυτοι̃ς καὶ τὴν συμμαχίαν κατὰ τὸ πρότερον
καὶ ἔδωκαν ἐπιστολὰς αὐτοι̃ς πρὸς αὐτοὺς κατὰ τόπον ὅπως προπέμπωσιν αὐτοὺς εἰς γη̃ν Ιουδα μετ' εἰρήνης
καὶ του̃το τὸ ἀντίγραφον τω̃ν ἐπιστολω̃ν ὡ̃ν ἔγραψεν Ιωναθαν τοι̃ς Σπαρτιάταις
Ιωναθαν ἀρχιερεὺς καὶ ἡ γερουσία του̃ ἔθνους καὶ οἱ ἱερει̃ς καὶ ὁ λοιπὸς δη̃μος τω̃ν Ιουδαίων Σπαρτιάταις τοι̃ς ἀδελφοι̃ς χαίρειν
ἔτι πρότερον ἀπεστάλησαν ἐπιστολαὶ πρὸς Ονιαν τὸν ἀρχιερέα παρὰ 'Αρείου του̃ βασιλεύοντος ἐν ὑμι̃ν ὅτι ἐστὲ ἀδελφοὶ ἡμω̃ν ὡς τὸ ἀντίγραφον ὑπόκειται
καὶ ἐπεδέξατο ὁ Ονιας τὸν ἄνδρα τὸν ἀπεσταλμένον ἐνδόξως καὶ ἔλαβεν τὰς ἐπιστολάς ἐν αἱ̃ς διεσαφει̃το περὶ συμμαχίας καὶ φιλίας
ἡμει̃ς οὐ̃ν ἀπροσδεει̃ς τούτων ὄντες παράκλησιν ἔχοντες τὰ βιβλία τὰ ἅγια τὰ ἐν ται̃ς χερσὶν ἡμω̃ν
10 ἐπειράθημεν ἀποστει̃λαι τὴν πρὸς ὑμα̃ς ἀδελφότητα καὶ φιλίαν ἀνανεώσασθαι πρὸς τὸ μὴ ἐξαλλοτριωθη̃ναι ὑμω̃ν πολλοὶ γὰρ καιροὶ διη̃λθον ἀφ' οὑ̃ ἀπεστείλατε πρὸς ἡμα̃ς
11 ἡμει̃ς οὐ̃ν ἐν παντὶ καιρω̨̃ ἀδιαλείπτως ἔν τε ται̃ς ἑορται̃ς καὶ ται̃ς λοιπαι̃ς καθηκούσαις ἡμέραις μιμνη̨σκόμεθα ὑμω̃ν ἐφ' ὡ̃ν προσφέρομεν θυσιω̃ν καὶ ἐν ται̃ς προσευχαι̃ς ὡς δέον ἐστὶν καὶ πρέπον μνημονεύειν ἀδελφω̃ν
12 εὐφραινόμεθα δὲ ἐπὶ τη̨̃ δόξη̨ ὑμω̃ν
13 ἡμα̃ς δὲ ἐκύκλωσαν πολλαὶ θλίψεις καὶ πόλεμοι πολλοί καὶ ἐπολέμησαν ἡμα̃ς οἱ βασιλει̃ς οἱ κύκλω̨ ἡμω̃ν
14 οὐκ ἠβουλόμεθα οὐ̃ν παρενοχλη̃σαι ὑμι̃ν καὶ τοι̃ς λοιποι̃ς συμμάχοις καὶ φίλοις ἡμω̃ν ἐν τοι̃ς πολέμοις τούτοις
15 ἔχομεν γὰρ τὴν ἐξ οὐρανου̃ βοήθειαν βοηθου̃σαν ἡμι̃ν καὶ ἐρρύσθημεν ἀπὸ τω̃ν ἐχθρω̃ν καὶ ἐταπεινώθησαν οἱ ἐχθροὶ ἡμω̃ν
16 ἐπελέξαμεν οὐ̃ν Νουμήνιον 'Αντιόχου καὶ 'Αντίπατρον 'Ιάσονος καὶ ἀπεστάλκαμεν πρὸς 'Ρωμαίους ἀνανεώσασθαι τὴν πρὸς αὐτοὺς φιλίαν καὶ συμμαχίαν τὴν πρότερον
17 ἐνετειλάμεθα οὐ̃ν αὐτοι̃ς καὶ πρὸς ὑμα̃ς πορευθη̃ναι καὶ ἀσπάσασθαι ὑμα̃ς καὶ ἀποδου̃ναι ὑμι̃ν τὰς παρ' ἡμω̃ν ἐπιστολὰς περὶ τη̃ς ἀνανεώσεως καὶ τη̃ς ἀδελφότητος ἡμω̃ν
18 καὶ νυ̃ν καλω̃ς ποιήσετε ἀντιφωνήσαντες ἡμι̃ν πρὸς ταυ̃τα
19 καὶ του̃το τὸ ἀντίγραφον τω̃ν ἐπιστολω̃ν ὡ̃ν ἀπέστειλαν Ονια
20 'Άρειος βασιλεὺς Σπαρτιατω̃ν Ονια ἱερει̃ μεγάλω̨ χαίρειν
21 εὑρέθη ἐν γραφη̨̃ περί τε τω̃ν Σπαρτιατω̃ν καὶ Ιουδαίων ὅτι εἰσὶν ἀδελφοὶ καὶ ὅτι εἰσὶν ἐκ γένους Αβρααμ
22 καὶ νυ̃ν ἀφ' οὑ̃ ἔγνωμεν ταυ̃τα καλω̃ς ποιήσετε γράφοντες ἡμι̃ν περὶ τη̃ς εἰρήνης ὑμω̃ν
23 καὶ ἡμει̃ς δὲ ἀντιγράφομεν ὑμι̃ν τὰ κτήνη ὑμω̃ν καὶ ἡ ὕπαρξις ὑμω̃ν ἡμι̃ν ἐστιν καὶ τὰ ἡμω̃ν ὑμι̃ν ἐστιν ἐντελλόμεθα οὐ̃ν ὅπως ἀπαγγείλωσιν ὑμι̃ν κατὰ ταυ̃τα
24 καὶ ἤκουσεν Ιωναθαν ὅτι ἐπέστρεψαν οἱ ἄρχοντες Δημητρίου μετὰ δυνάμεως πολλη̃ς ὑπὲρ τὸ πρότερον του̃ πολεμη̃σαι πρὸς αὐτόν
25 καὶ ἀπη̃ρεν ἐξ Ιερουσαλημ καὶ ἀπήντησεν αὐτοι̃ς εἰς τὴν Αμαθι̃τιν χώραν οὐ γὰρ ἔδωκεν αὐτοι̃ς ἀνοχὴν του̃ ἐμβατευ̃σαι εἰς τὴν χώραν αὐτου̃
26 καὶ ἀπέστειλεν κατασκόπους εἰς τὴν παρεμβολὴν αὐτω̃ν καὶ ἐπέστρεψαν καὶ ἀπήγγειλαν αὐτω̨̃ ὅτι οὕτως τάσσονται ἐπιπεσει̃ν ἐπ' αὐτοὺς τὴν νύκτα
27 ὡς δὲ ἔδυ ὁ ἥλιος ἐπέταξεν Ιωναθαν τοι̃ς παρ' αὐτου̃ γρηγορει̃ν καὶ εἰ̃ναι ἐπὶ τοι̃ς ὅπλοις ἑτοιμάζεσθαι εἰς πόλεμον δι' ὅλης τη̃ς νυκτὸς καὶ ἐξέβαλεν προφύλακας κύκλω̨ τη̃ς παρεμβολη̃ς
28 καὶ ἤκουσαν οἱ ὑπεναντίοι ὅτι ἡτοίμασται Ιωναθαν καὶ οἱ παρ' αὐτου̃ εἰς πόλεμον καὶ ἐφοβήθησαν καὶ ἔπτηξαν τη̨̃ καρδία̨ αὐτω̃ν καὶ ἀνέκαυσαν πυρὰς ἐν τη̨̃ παρεμβολη̨̃ αὐτω̃ν
29 Ιωναθαν δὲ καὶ οἱ παρ' αὐτου̃ οὐκ ἔγνωσαν ἕως πρωί ἔβλεπον γὰρ τὰ φω̃τα καιόμενα
30 καὶ κατεδίωξεν Ιωναθαν ὀπίσω αὐτω̃ν καὶ οὐ κατέλαβεν αὐτούς διέβησαν γὰρ τὸν 'Ελεύθερον ποταμόν
31 καὶ ἐξέκλινεν Ιωναθαν ἐπὶ τοὺς 'Άραβας τοὺς καλουμένους Ζαβαδαίους καὶ ἐπάταξεν αὐτοὺς καὶ ἔλαβεν τὰ σκυ̃λα αὐτω̃ν
32 καὶ ἀναζεύξας ἠ̃λθεν εἰς Δαμασκὸν καὶ διώδευσεν ἐν πάση̨ τη̨̃ χώρα̨
33 καὶ Σιμων ἐξη̃λθεν καὶ διώδευσεν ἕως 'Ασκαλω̃νος καὶ τὰ πλησίον ὀχυρώματα καὶ ἐξέκλινεν εἰς Ιοππην καὶ προκατελάβετο αὐτήν
34 ἤκουσεν γὰρ ὅτι βούλονται τὸ ὀχύρωμα παραδου̃ναι τοι̃ς παρὰ Δημητρίου καὶ ἔθετο ἐκει̃ φρουράν ὅπως φυλάσσωσιν αὐτήν
35 καὶ ἐπέστρεψεν Ιωναθαν καὶ ἐξεκκλησίασεν τοὺς πρεσβυτέρους του̃ λαου̃ καὶ ἐβουλεύετο μετ' αὐτω̃ν του̃ οἰκοδομη̃σαι ὀχυρώματα ἐν τη̨̃ Ιουδαία̨
36 καὶ προσυψω̃σαι τὰ τείχη Ιερουσαλημ καὶ ὑψω̃σαι ὕψος μέγα ἀνὰ μέσον τη̃ς ἄκρας καὶ τη̃ς πόλεως εἰς τὸ διαχωρίζειν αὐτὴν τη̃ς πόλεως ἵνα ἠ̨̃ αὕτη κατὰ μόνας ὅπως μήτε ἀγοράζωσιν μήτε πωλω̃σιν
37 καὶ συνήχθησαν του̃ οἰκοδομει̃ν τὴν πόλιν καὶ ἔπεσεν του̃ τείχους του̃ χειμάρρου του̃ ἐξ ἀπηλιώτου καὶ ἐπεσκεύασεν τὸ καλούμενον Χαφεναθα
38 καὶ Σιμων ὠ̨κοδόμησεν τὴν Αδιδα ἐν τη̨̃ Σεφηλα καὶ ὠχύρωσεν αὐτὴν καὶ ἐπέστησεν θύρας καὶ μοχλούς
39 καὶ ἐζήτησεν Τρύφων βασιλευ̃σαι τη̃ς 'Ασίας καὶ περιθέσθαι τὸ διάδημα καὶ ἐκτει̃ναι χει̃ρα ἐπ' 'Αντίοχον τὸν βασιλέα
40 καὶ εὐλαβήθη μήποτε οὐκ ἐάση̨ αὐτὸν Ιωναθαν καὶ μήποτε πολεμήση̨ πρὸς αὐτόν καὶ ἐζήτει συλλαβει̃ν αὐτὸν του̃ ἀπολέσαι καὶ ἀπάρας ἠ̃λθεν εἰς Βαιθσαν
41 καὶ ἐξη̃λθεν Ιωναθαν εἰς ἀπάντησιν αὐτω̨̃ ἐν τεσσαράκοντα χιλιάσιν ἀνδρω̃ν ἐπιλελεγμέναις εἰς παράταξιν καὶ ἠ̃λθεν εἰς Βαιθσαν
42 καὶ εἰ̃δεν Τρύφων ὅτι ἠ̃λθεν μετὰ δυνάμεως πολλη̃ς καὶ ἐκτει̃ναι χει̃ρας ἐπ' αὐτὸν εὐλαβήθη
43 καὶ ἐπεδέξατο αὐτὸν ἐνδόξως καὶ συνέστησεν αὐτὸν πα̃σιν τοι̃ς φίλοις αὐτου̃ καὶ ἔδωκεν αὐτω̨̃ δόματα καὶ ἐπέταξεν τοι̃ς φίλοις αὐτου̃ καὶ ται̃ς δυνάμεσιν αὐτου̃ ὑπακούειν αὐτου̃ ὡς αὑτου̃
44 καὶ εἰ̃πεν τω̨̃ Ιωναθαν ἵνα τί ἐκόπωσας πάντα τὸν λαὸν του̃τον πολέμου μὴ ἐνεστηκότος ἡμι̃ν
45 καὶ νυ̃ν ἀπόστειλον αὐτοὺς εἰς τοὺς οἴκους αὐτω̃ν ἐπίλεξαι δὲ σεαυτω̨̃ ἄνδρας ὀλίγους οἵτινες ἔσονται μετὰ σου̃ καὶ δευ̃ρο μετ' ἐμου̃ εἰς Πτολεμαίδα καὶ παραδώσω σοι αὐτὴν καὶ τὰ λοιπὰ ὀχυρώματα καὶ τὰς δυνάμεις τὰς λοιπὰς καὶ πάντας τοὺς ἐπὶ τω̃ν χρειω̃ν καὶ ἐπιστρέψας ἀπελεύσομαι τούτου γὰρ χάριν πάρειμι
46 καὶ ἐμπιστεύσας αὐτω̨̃ ἐποίησεν καθὼς εἰ̃πεν καὶ ἐξαπέστειλεν τὰς δυνάμεις καὶ ἀπη̃λθον εἰς γη̃ν Ιουδα
47 κατέλιπεν δὲ μεθ' ἑαυτου̃ ἄνδρας τρισχιλίους ὡ̃ν δισχιλίους ἀφη̃κεν ἐν τη̨̃ Γαλιλαία̨ χίλιοι δὲ συνη̃λθον αὐτω̨̃
48 ὡς δὲ εἰση̃λθεν Ιωναθαν εἰς Πτολεμαίδα ἀπέκλεισαν οἱ Πτολεμαει̃ς τὰς πύλας καὶ συνέλαβον αὐτόν καὶ πάντας τοὺς συνεισελθόντας μετ' αὐτου̃ ἀπέκτειναν ἐν ῥομφαία̨
49 καὶ ἀπέστειλεν Τρύφων δυνάμεις καὶ ἵππον εἰς τὴν Γαλιλαίαν καὶ τὸ πεδίον τὸ μέγα του̃ ἀπολέσαι πάντας τοὺς παρὰ Ιωναθου
50 καὶ ἐπέγνωσαν ὅτι συνελήμφθη καὶ ἀπόλωλεν καὶ οἱ μετ' αὐτου̃ καὶ παρεκάλεσαν ἑαυτοὺς καὶ ἐπορεύοντο συνεστραμμένοι ἕτοιμοι εἰς πόλεμον
51 καὶ εἰ̃δον οἱ διώκοντες ὅτι περὶ ψυχη̃ς αὐτοι̃ς ἐστιν καὶ ἐπέστρεψαν
52 καὶ ἠ̃λθον πάντες μετ' εἰρήνης εἰς γη̃ν Ιουδα καὶ ἐπένθησαν τὸν Ιωναθαν καὶ τοὺς μετ' αὐτου̃ καὶ ἐφοβήθησαν σφόδρα καὶ ἐπένθησεν πα̃ς Ισραηλ πένθος μέγα
53 καὶ ἐζήτησαν πάντα τὰ ἔθνη τὰ κύκλω̨ αὐτω̃ν ἐκτρι̃ψαι αὐτούς εἰ̃πον γάρ οὐκ ἔχουσιν ἄρχοντα καὶ βοηθου̃ντα νυ̃ν οὐ̃ν πολεμήσωμεν αὐτοὺς καὶ ἐξάρωμεν ἐξ ἀνθρώπων τὸ μνημόσυνον αὐτω̃ν
Для корректного отображения некириллических текстов желательно установить шрифты Lucida Sans Unicode (для текстов на греческом) и Hirmos (для текстов на церковнославянском). Если Ваш браузер поддерживает технологию CSS3, шрифты будут загружены автоматически.

Благодаря регистрации Вы можете подписаться на рассылку текстов любого из планов чтения Библии

Мы планируем постепенно развивать возможности самостоятельной настройки сайта и другие дополнительные сервисы для зарегистрированных пользователей, так что советуем регистрироваться уже сейчас (разумеется, бесплатно).