Библия-Центр
РУ
Вся Библия
Greek/Septuagint (gr)

ΜΑΚΚΑΒΑΊΩΝ Γ, κεφαλίς 6

1 Ελεαζαρος δέ τις ἀνὴρ ἐπίσημος τω̃ν ἀπὸ τη̃ς χώρας ἱερέων ἐν πρεσβείω̨ τὴν ἡλικίαν ἤδη λελογχὼς καὶ πάση̨ τη̨̃ κατὰ τὸν βίον ἀρετη̨̃ κεκοσμημένος τοὺς περὶ αὐτὸν καταστείλας πρεσβυτέρους ἐπικαλει̃σθαι τὸν ἅγιον θεὸν προσηύξατο τάδε
2 βασιλευ̃ μεγαλοκράτωρ ὕψιστε παντοκράτωρ θεὲ τὴν πα̃σαν διακυβερνω̃ν ἐν οἰκτιρμοι̃ς κτίσιν
3 ἔπιδε ἐπὶ Αβρααμ σπέρμα ἐπὶ ἡγιασμένου τέκνα Ιακωβ μερίδος ἡγιασμένης σου λαὸν ἐν ξένη̨ γη̨̃ ξένον ἀδίκως ἀπολλύμενον πάτερ
4 σὺ Φαραω πληθύνοντα ἅρμασιν τὸν πρὶν Αἰγύπτου ταύτης δυνάστην ἐπαρθέντα ἀνόμω̨ θράσει καὶ γλώσση̨ μεγαλορρήμονι σὺν τη̨̃ ὑπερηφάνω̨ στρατια̨̃ ποντοβρόχους ἀπώλεσας φέγγος ἐπιφάνας ἐλέους Ισραηλ γένει
5 σὺ τὸν ἀναριθμήτοις δυνάμεσιν γαυρωθέντα Σενναχηριμ βαρὺν 'Ασσυρίων βασιλέα δόρατι τὴν πα̃σαν ὑποχείριον ἤδη λαβόντα γη̃ν καὶ μετεωρισθέντα ἐπὶ τὴν ἁγίαν σου πόλιν βαρέα λαλου̃ντα κόμπω̨ καὶ θράσει σύ δέσποτα ἔθραυσας ἔκδηλον δεικνὺς ἔθνεσιν πολλοι̃ς τὸ σὸν κράτος
6 σὺ τοὺς κατὰ τὴν Βαβυλωνίαν τρει̃ς ἑταίρους πυρὶ τὴν ψυχὴν αὐθαιρέτως δεδωκότας εἰς τὸ μὴ λατρευ̃σαι τοι̃ς κενοι̃ς διάπυρον δροσίσας κάμινον ἐρρύσω μέχρι τριχὸς ἀπημάντους φλόγα πα̃σιν ἐπιπέμψας τοι̃ς ὑπεναντίοις
7 σὺ τὸν διαβολαι̃ς φθόνου λέουσι κατὰ γη̃ς ῥιφέντα θηρσὶν βορὰν Δανιηλ εἰς φω̃ς ἀνήγαγες ἀσινη̃
8 τόν τε βυθοτρεφου̃ς ἐν γαστρὶ κήτους Ιωναν τηκόμενον ἀφιδὼν ἀπήμαντον πα̃σιν οἰκείοις ἀνέδειξας πάτερ
9 καὶ νυ̃ν μίσυβρι πολυέλεε τω̃ν ὅλων σκεπαστά τὸ τάχος ἐπιφάνηθι τοι̃ς ἀπὸ Ισραηλ γένους ὑπὸ ἐβδελυγμένων ἀνόμων ἐθνω̃ν ὑβριζομένοις
10 εἰ δὲ ἀσεβείαις κατὰ τὴν ἀποικίαν ὁ βίος ἡμω̃ν ἐνέσχηται ῥυσάμενος ἡμα̃ς ἀπὸ ἐχθρω̃ν χειρός ὡ̨̃ προαιρη̨̃ δέσποτα ἀπόλεσον ἡμα̃ς μόρω̨
11 μὴ τοι̃ς ματαίοις οἱ ματαιόφρονες εὐλογησάτωσαν ἐπὶ τη̨̃ τω̃ν ἠγαπημένων σου ἀπωλεία̨ λέγοντες οὐδὲ ὁ θεὸς αὐτω̃ν ἐρρύσατο αὐτούς
12 σὺ δέ ὁ πα̃σαν ἀλκὴν καὶ δυναστείαν ἔχων ἅπασαν αἰώνιε νυ̃ν ἔπιδε ἐλέησον ἡμα̃ς τοὺς καθ' ὕβριν ἀνόμων ἀλόγιστον ἐκ του̃ ζη̃ν μεθισταμένους ἐν ἐπιβούλων τρόπω̨
13 πτηξάτω δὲ ἔθνη σὴν δύναμιν ἀνίκητον σήμερον ἔντιμε δύναμιν ἔχων ἐπὶ σωτηρία̨ Ιακωβ γένους
14 ἱκετεύει σε τὸ πα̃ν πλη̃θος τω̃ν νηπίων καὶ οἱ τούτων γονει̃ς μετὰ δακρύων
15 δειχθήτω πα̃σιν ἔθνεσιν ὅτι μεθ' ἡμω̃ν εἰ̃ κύριε καὶ οὐκ ἀπέστρεψας τὸ πρόσωπόν σου ἀφ' ἡμω̃ν ἀλλὰ καθὼς εἰ̃πας ὅτι οὐδὲ ἐν τη̨̃ γη̨̃ τω̃ν ἐχθρω̃ν αὐτω̃ν ὄντων ὑπερει̃δον αὐτούς οὕτως ἐπιτέλεσον κύριε
16 του̃ δὲ Ελεαζαρου λήγοντος ἄρτι τη̃ς προσευχη̃ς ὁ βασιλεὺς σὺν τοι̃ς θηρίοις καὶ παντὶ τω̨̃ τη̃ς δυνάμεως φρυάγματι κατὰ τὸν ἱππόδρομον παρη̃γεν
17 καὶ θεωρήσαντες οἱ Ιουδαι̃οι μέγα εἰς οὐρανὸν ἀνέκραξαν ὥστε καὶ τοὺς παρακειμένους αὐλω̃νας συνηχήσαντας ἀκατάσχετον πτόην ποιη̃σαι παντὶ τω̨̃ στρατοπέδω̨
18 τότε ὁ μεγαλόδοξος παντοκράτωρ καὶ ἀληθινὸς θεὸς ἐπιφάνας τὸ ἅγιον αὐτου̃ πρόσωπον ἠνέω̨ξεν τὰς οὐρανίους πύλας ἐξ ὡ̃ν δεδοξασμένοι δύο φοβεροειδει̃ς ἄγγελοι κατέβησαν φανεροὶ πα̃σιν πλὴν τοι̃ς Ιουδαίοις
19 καὶ ἀντέστησαν καὶ τὴν δύναμιν τω̃ν ὑπεναντίων ἐπλήρωσαν ταραχη̃ς καὶ δειλίας καὶ ἀκινήτοις ἔδησαν πέδαις
20 καὶ ὑπόφρικον καὶ τὸ του̃ βασιλέως σω̃μα ἐγενήθη καὶ λήθη τὸ θράσος αὐτου̃ τὸ βαρύθυμον ἔλαβεν
21 καὶ ἀπέστρεψαν τὰ θηρία ἐπὶ τὰς συνεπομένας ἐνόπλους δυνάμεις καὶ κατεπάτουν αὐτὰς καὶ ὠλέθρευον
22 καὶ μετεστράφη του̃ βασιλέως ἡ ὀργὴ εἰς οἰ̃κτον καὶ δάκρυα ὑπὲρ τω̃ν ἔμπροσθεν αὐτω̨̃ μεμηχανευμένων
23 ἀκούσας γὰρ τη̃ς κραυγη̃ς καὶ συνιδὼν πρηνει̃ς ἅπαντας εἰς τὴν ἀπώλειαν δακρύσας μετ' ὀργη̃ς τοι̃ς φίλοις διηπειλει̃το λέγων
24 παραβασιλεύετε καὶ τυράννους ὑπερβεβήκατε ὠμότητι καὶ ἐμὲ αὐτὸν τὸν ὑμω̃ν εὐεργέτην ἐπιχειρει̃τε τη̃ς ἀρχη̃ς ἤδη καὶ του̃ πνεύματος μεθιστα̃ν λάθρα̨ μηχανώμενοι τὰ μὴ συμφέροντα τη̨̃ βασιλεία̨
25 τίς τοὺς κρατήσαντας ἡμω̃ν ἐν πίστει τὰ τη̃ς χώρας ὀχυρώματα τη̃ς οἰκίας ἀποστήσας ἕκαστον ἀλόγως ἤθροισεν ἐνθάδε
26 τίς τοὺς ἐξ ἀρχη̃ς εὐνοία̨ πρὸς ἡμα̃ς κατὰ πάντα διαφέροντας πάντων ἐθνω̃ν καὶ τοὺς χειρίστους πλεονάκις ἀνθρώπων ἐπιδεδεγμένους κινδύνους οὕτως ἀθέσμως περιέβαλεν αἰκίαις
27 λύσατε ἐκλύσατε ἄδικα δεσμά εἰς τὰ ἴδια μετ' εἰρήνης ἐξαποστείλατε τὰ προπεπραγμένα παραιτησάμενοι
28 ἀπολύσατε τοὺς υἱοὺς του̃ παντοκράτορος ἐπουρανίου θεου̃ ζω̃ντος ὃς ἀφ' ἡμετέρων μέχρι του̃ νυ̃ν προγόνων ἀπαραπόδιστον μετὰ δόξης εὐστάθειαν παρέχει τοι̃ς ἡμετέροις πράγμασιν
29 ὁ μὲν οὐ̃ν ταυ̃τα ἔλεξεν οἱ δὲ ἐν ἀμερει̃ χρόνω̨ λυθέντες τὸν ἅγιον σωτη̃ρα θεὸν αὐτω̃ν εὐλόγουν ἄρτι τὸν θάνατον ἐκπεφευγότες
30 εἰ̃τα ὁ βασιλεὺς εἰς τὴν πόλιν ἀπαλλαγεὶς τὸν ἐπὶ τω̃ν προσόδων προσκαλεσάμενος ἐκέλευσεν οἴνους τε καὶ τὰ λοιπὰ πρὸς εὐωχίαν ἐπιτήδεια τοι̃ς Ιουδαίοις χορηγει̃ν ἐπὶ ἡμέρας ἑπτὰ κρίνας αὐτοὺς ἐν ὡ̨̃ τόπω̨ ἔδοξαν τὸν ὄλεθρον ἀναλαμβάνειν ἐν τούτω̨ ἐν εὐφροσύνη̨ πάση̨ σωτήρια ἀγαγει̃ν
31 τότε οἱ τὸ πρὶν ἐπονείδιστοι καὶ πλησίον του̃ ἅ̨δου μα̃λλον δὲ ἐπ' αὐτω̨̃ βεβηκότες ἀντὶ πικρου̃ καὶ δυσαιάκτου μόρου κώθωνα σωτήριον συστησάμενοι τὸν εἰς πτω̃σιν αὐτοι̃ς καὶ τάφον ἡτοιμασμένον τόπον κλισίαις κατεμερίσαντο πλήρεις χαρμονη̃ς
32 καταλήξαντες δὲ θρήνων πανόδυρτον μέλος ἀνέλαβον ὠ̨δὴν πάτριον τὸν σωτη̃ρα καὶ τερατοποιὸν αἰνου̃ντες θεόν οἰμωγήν τε πα̃σαν καὶ κωκυτὸν ἀπωσάμενοι χοροὺς συνίσταντο εὐφροσύνης εἰρηνικη̃ς σημει̃ον
33 ὡσαύτως δὲ καὶ ὁ βασιλεὺς περὶ τούτων συμπόσιον βαρὺ συναγαγὼν ἀδιαλείπτως εἰς οὐρανὸν ἀνθωμολογει̃το μεγαλομερω̃ς ἐπὶ τη̨̃ παραδόξω̨ γενηθείση̨ αὐτω̨̃ σωτηρία̨
34 οἵ τε πρὶν εἰς ὄλεθρον καὶ οἰωνοβρώτους αὐτοὺς ἔσεσθαι τιθέμενοι καὶ μετὰ χαρα̃ς ἀπογραψάμενοι κατεστέναξαν αἰσχύνην ἐφ' ἑαυτοι̃ς περιβαλόμενοι καὶ τὴν πυρόπνουν τόλμαν ἀκλεω̃ς ἐσβεσμένοι
35 οἵ τε Ιουδαι̃οι καθὼς προειρήκαμεν συστησάμενοι τὸν προειρημένον χορὸν μετ' εὐωχίας ἐν ἐξομολογήσεσιν ἱλαραι̃ς καὶ ψαλμοι̃ς διη̃γον
36 καὶ κοινὸν ὁρισάμενοι περὶ τούτων θεσμὸν ἐπὶ πα̃σαν τὴν παροικίαν αὐτω̃ν εἰς γενεὰς τὰς προειρημένας ἡμέρας ἄγειν ἔστησαν εὐφροσύνους οὐ πότου χάριν καὶ λιχνείας σωτηρίας δὲ τη̃ς διὰ θεὸν γενομένης αὐτοι̃ς
37 ἐνέτυχον δὲ τω̨̃ βασιλει̃ τὴν ἀπόλυσιν αὐτω̃ν εἰς τὰ ἴδια αἰτούμενοι
38 ἀπογράφονται δὲ αὐτοὺς ἀπὸ πέμπτης καὶ εἰκάδος του̃ Παχων ἕως τη̃ς τετάρτης του̃ Επιφι ἐπὶ ἡμέρας τεσσαράκοντα συνίστανται δὲ αὐτω̃ν τὴν ἀπώλειαν ἀπὸ πέμπτης του̃ Επιφι ἕως ἑβδόμης ἡμέραις τρισίν
39 ἐν αἱ̃ς καὶ μεγαλοδόξως ἐπιφάνας τὸ ἔλεος αὐτου̃ ὁ τω̃ν πάντων δυνάστης ἀπταίστους αὐτοὺς ἐρρύσατο ὁμοθυμαδόν
40 εὐωχου̃ντο δὲ πάνθ' ὑπὸ του̃ βασιλέως χορηγούμενοι μέχρι τη̃ς τεσσαρεσκαιδεκάτης ἐν ἡ̨̃ καὶ τὴν ἐντυχίαν ἐποιήσαντο περὶ τη̃ς ἀπολύσεως αὐτω̃ν
41 συναινέσας δὲ αὐτοι̃ς ὁ βασιλεὺς ἔγραψεν αὐτοι̃ς τὴν ὑπογεγραμμένην ἐπιστολὴν πρὸς τοὺς κατὰ πόλιν στρατηγοὺς μεγαλοψύχως τὴν ἐκτενίαν ἔχουσαν
Для корректного отображения некириллических текстов желательно установить шрифты Lucida Sans Unicode (для текстов на греческом) и Hirmos (для текстов на церковнославянском). Если Ваш браузер поддерживает технологию CSS3, шрифты будут загружены автоматически.

Благодаря регистрации Вы можете подписаться на рассылку текстов любого из планов чтения Библии

Мы планируем постепенно развивать возможности самостоятельной настройки сайта и другие дополнительные сервисы для зарегистрированных пользователей, так что советуем регистрироваться уже сейчас (разумеется, бесплатно).