Библия-Центр
РУ
Вся Библия
Greek/Septuagint (gr)

ΣΟΦΊΑ SEIRAC, κεφαλίς 10

κριτὴς σοφὸς παιδεύσει τὸν λαὸν αὐτου̃ καὶ ἡγεμονία συνετου̃ τεταγμένη ἔσται
κατὰ τὸν κριτὴν του̃ λαου̃ οὕτως καὶ οἱ λειτουργοὶ αὐτου̃ καὶ κατὰ τὸν ἡγούμενον τη̃ς πόλεως πάντες οἱ κατοικου̃ντες αὐτήν
βασιλεὺς ἀπαίδευτος ἀπολει̃ τὸν λαὸν αὐτου̃ καὶ πόλις οἰκισθήσεται ἐν συνέσει δυναστω̃ν
ἐν χειρὶ κυρίου ἡ ἐξουσία τη̃ς γη̃ς καὶ τὸν χρήσιμον ἐγερει̃ εἰς καιρὸν ἐπ' αὐτη̃ς
ἐν χειρὶ κυρίου εὐοδία ἀνδρός καὶ προσώπω̨ γραμματέως ἐπιθήσει δόξαν αὐτου̃
ἐπὶ παντὶ ἀδικήματι μὴ μηνιάση̨ς τω̨̃ πλησίον καὶ μὴ πρα̃σσε μηδὲν ἐν ἔργοις ὕβρεως
μισητὴ ἔναντι κυρίου καὶ ἀνθρώπων ὑπερηφανία καὶ ἐξ ἀμφοτέρων πλημμελὴς ἡ ἀδικία
βασιλεία ἀπὸ ἔθνους εἰς ἔθνος μετάγεται διὰ ἀδικίας καὶ ὕβρεις καὶ χρήματα
τί ὑπερηφανεύεται γη̃ καὶ σποδός ὅτι ἐν ζωη̨̃ ἔρριψα τὰ ἐνδόσθια αὐτου̃
10 μακρὸν ἀρρώστημα σκώπτει ἰατρός καὶ βασιλεὺς σήμερον καὶ αὔριον τελευτήσει
11 ἐν γὰρ τω̨̃ ἀποθανει̃ν ἄνθρωπον κληρονομήσει ἑρπετὰ καὶ θηρία καὶ σκώληκας
12 ἀρχὴ ὑπερηφανίας ἀνθρώπου ἀφίστασθαι ἀπὸ κυρίου καὶ ἀπὸ του̃ ποιήσαντος αὐτὸν ἀπέστη ἡ καρδία αὐτου̃
13 ὅτι ἀρχὴ ὑπερηφανίας ἁμαρτία καὶ ὁ κρατω̃ν αὐτη̃ς ἐξομβρήσει βδέλυγμα διὰ του̃το παρεδόξασεν κύριος τὰς ἐπαγωγὰς καὶ κατέστρεψεν εἰς τέλος αὐτούς
14 θρόνους ἀρχόντων καθει̃λεν ὁ κύριος καὶ ἐκάθισεν πραει̃ς ἀντ' αὐτω̃ν
15 ῥίζας ἐθνω̃ν ἐξέτιλεν ὁ κύριος καὶ ἐφύτευσεν ταπεινοὺς ἀντ' αὐτω̃ν
16 χώρας ἐθνω̃ν κατέστρεψεν ὁ κύριος καὶ ἀπώλεσεν αὐτὰς ἕως θεμελίων γη̃ς
17 ἐξη̃ρεν ἐξ αὐτω̃ν καὶ ἀπώλεσεν αὐτοὺς καὶ κατέπαυσεν ἀπὸ γη̃ς τὸ μνημόσυνον αὐτω̃ν
18 οὐκ ἔκτισται ἀνθρώποις ὑπερηφανία οὐδὲ ὀργὴ θυμου̃ γεννήμασιν γυναικω̃ν
19 σπέρμα ἔντιμον ποι̃ον σπέρμα ἀνθρώπου σπέρμα ἔντιμον ποι̃ον οἱ φοβούμενοι τὸν κύριον σπέρμα ἄτιμον ποι̃ον σπέρμα ἀνθρώπου σπέρμα ἄτιμον ποι̃ον οἱ παραβαίνοντες ἐντολάς
20 ἐν μέσω̨ ἀδελφω̃ν ὁ ἡγούμενος αὐτω̃ν ἔντιμος καὶ οἱ φοβούμενοι κύριον ἐν ὀφθαλμοι̃ς αὐτου̃
21 ...
22 πλούσιος καὶ ἔνδοξος καὶ πτωχός τὸ καύχημα αὐτω̃ν φόβος κυρίου
23 οὐ δίκαιον ἀτιμάσαι πτωχὸν συνετόν καὶ οὐ καθήκει δοξάσαι ἄνδρα ἁμαρτωλόν
24 μεγιστὰν καὶ κριτὴς καὶ δυνάστης δοξασθήσεται καὶ οὐκ ἔστιν αὐτω̃ν τις μείζων του̃ φοβουμένου τὸν κύριον
25 οἰκέτη̨ σοφω̨̃ ἐλεύθεροι λειτουργήσουσιν καὶ ἀνὴρ ἐπιστήμων οὐ γογγύσει
26 μὴ σοφίζου ποιη̃σαι τὸ ἔργον σου καὶ μὴ δοξάζου ἐν καιρω̨̃ στενοχωρίας σου
27 κρείσσων ἐργαζόμενος καὶ περισσεύων ἐν πα̃σιν ἢ περιπατω̃ν δοξαζόμενος καὶ ἀπορω̃ν ἄρτων
28 τέκνον ἐν πραΰτητι δόξασον τὴν ψυχήν σου καὶ δὸς αὐτη̨̃ τιμὴν κατὰ τὴν ἀξίαν αὐτη̃ς
29 τὸν ἁμαρτάνοντα εἰς τὴν ψυχὴν αὐτου̃ τίς δικαιώσει καὶ τίς δοξάσει τὸν ἀτιμάζοντα τὴν ζωὴν αὐτου̃
30 πτωχὸς δοξάζεται δι' ἐπιστήμην αὐτου̃ καὶ πλούσιος δοξάζεται διὰ τὸν πλου̃τον αὐτου̃
31 ὁ δεδοξασμένος ἐν πτωχεία̨ καὶ ἐν πλούτω̨ ποσαχω̃ς καὶ ὁ ἄδοξος ἐν πλούτω̨ καὶ ἐν πτωχεία̨ ποσαχω̃ς
Читать далее:ΣΟΦΊΑ SEIRAC, κεφαλίς 11
Для корректного отображения некириллических текстов желательно установить шрифты Lucida Sans Unicode (для текстов на греческом) и Hirmos (для текстов на церковнославянском). Если Ваш браузер поддерживает технологию CSS3, шрифты будут загружены автоматически.

Благодаря регистрации Вы можете подписаться на рассылку текстов любого из планов чтения Библии

Мы планируем постепенно развивать возможности самостоятельной настройки сайта и другие дополнительные сервисы для зарегистрированных пользователей, так что советуем регистрироваться уже сейчас (разумеется, бесплатно).