Библия-Центр
РУ
Вся Библия
Greek/Septuagint (gr)

ΣΟΦΊΑ SEIRAC, κεφαλίς 3

ἐμου̃ του̃ πατρὸς ἀκούσατε τέκνα καὶ οὕτως ποιήσατε ἵνα σωθη̃τε
ὁ γὰρ κύριος ἐδόξασεν πατέρα ἐπὶ τέκνοις καὶ κρίσιν μητρὸς ἐστερέωσεν ἐφ' υἱοι̃ς
ὁ τιμω̃ν πατέρα ἐξιλάσκεται ἁμαρτίας
καὶ ὡς ὁ ἀποθησαυρίζων ὁ δοξάζων μητέρα αὐτου̃
ὁ τιμω̃ν πατέρα εὐφρανθήσεται ὑπὸ τέκνων καὶ ἐν ἡμέρα̨ προσευχη̃ς αὐτου̃ εἰσακουσθήσεται
ὁ δοξάζων πατέρα μακροημερεύσει καὶ ὁ εἰσακούων κυρίου ἀναπαύσει μητέρα αὐτου̃
καὶ ὡς δεσπόταις δουλεύσει ἐν τοι̃ς γεννήσασιν αὐτόν
ἐν ἔργω̨ καὶ λόγω̨ τίμα τὸν πατέρα σου ἵνα ἐπέλθη̨ σοι εὐλογία παρ' αὐτου̃
εὐλογία γὰρ πατρὸς στηρίζει οἴκους τέκνων κατάρα δὲ μητρὸς ἐκριζοι̃ θεμέλια
10 μὴ δοξάζου ἐν ἀτιμία̨ πατρός σου οὐ γάρ ἐστίν σοι δόξα πατρὸς ἀτιμία
11 ἡ γὰρ δόξα ἀνθρώπου ἐκ τιμη̃ς πατρὸς αὐτου̃ καὶ ὄνειδος τέκνοις μήτηρ ἐν ἀδοξία̨
12 τέκνον ἀντιλαβου̃ ἐν γήρα̨ πατρός σου καὶ μὴ λυπήση̨ς αὐτὸν ἐν τη̨̃ ζωη̨̃ αὐτου̃
13 κἂν ἀπολείπη̨ σύνεσιν συγγνώμην ἔχε καὶ μὴ ἀτιμάση̨ς αὐτὸν ἐν πάση̨ ἰσχύι σου
14 ἐλεημοσύνη γὰρ πατρὸς οὐκ ἐπιλησθήσεται καὶ ἀντὶ ἁμαρτιω̃ν προσανοικοδομηθήσεταί σοι
15 ἐν ἡμέρα̨ θλίψεώς σου ἀναμνησθήσεταί σου ὡς εὐδία ἐπὶ παγετω̨̃ οὕτως ἀναλυθήσονταί σου αἱ ἁμαρτίαι
16 ὡς βλάσφημος ὁ ἐγκαταλιπὼν πατέρα καὶ κεκατηραμένος ὑπὸ κυρίου ὁ παροργίζων μητέρα αὐτου̃
17 τέκνον ἐν πραΰτητι τὰ ἔργα σου διέξαγε καὶ ὑπὸ ἀνθρώπου δεκτου̃ ἀγαπηθήση̨
18 ὅσω̨ μέγας εἰ̃ τοσούτω̨ ταπείνου σεαυτόν καὶ ἔναντι κυρίου εὑρήσεις χάριν
19 ...
20 ὅτι μεγάλη ἡ δυναστεία του̃ κυρίου καὶ ὑπὸ τω̃ν ταπεινω̃ν δοξάζεται
21 χαλεπώτερά σου μὴ ζήτει καὶ ἰσχυρότερά σου μὴ ἐξέταζε
22 ἃ προσετάγη σοι ταυ̃τα διανοου̃ οὐ γάρ ἐστίν σοι χρεία τω̃ν κρυπτω̃ν
23 ἐν τοι̃ς περισσοι̃ς τω̃ν ἔργων σου μὴ περιεργάζου πλείονα γὰρ συνέσεως ἀνθρώπων ὑπεδείχθη σοι
24 πολλοὺς γὰρ ἐπλάνησεν ἡ ὑπόλημψις αὐτω̃ν καὶ ὑπόνοια πονηρὰ ὠλίσθησεν διανοίας αὐτω̃ν
25 ...
26 καρδία σκληρὰ κακωθήσεται ἐπ' ἐσχάτων καὶ ὁ ἀγαπω̃ν κίνδυνον ἐν αὐτω̨̃ ἀπολει̃ται
27 καρδία σκληρὰ βαρυνθήσεται πόνοις καὶ ὁ ἁμαρτωλὸς προσθήσει ἁμαρτίαν ἐφ' ἁμαρτίαις
28 ἐπαγωγη̨̃ ὑπερηφάνου οὐκ ἔστιν ἴασις φυτὸν γὰρ πονηρίας ἐρρίζωκεν ἐν αὐτω̨̃
29 καρδία συνετου̃ διανοηθήσεται παραβολήν καὶ οὐ̃ς ἀκροατου̃ ἐπιθυμία σοφου̃
30 πυ̃ρ φλογιζόμενον ἀποσβέσει ὕδωρ καὶ ἐλεημοσύνη ἐξιλάσεται ἁμαρτίας
31 ὁ ἀνταποδιδοὺς χάριτας μέμνηται εἰς τὰ μετὰ ταυ̃τα καὶ ἐν καιρω̨̃ πτώσεως αὐτου̃ εὑρήσει στήριγμα
Читать далее:ΣΟΦΊΑ SEIRAC, κεφαλίς 4
Для корректного отображения некириллических текстов желательно установить шрифты Lucida Sans Unicode (для текстов на греческом) и Hirmos (для текстов на церковнославянском). Если Ваш браузер поддерживает технологию CSS3, шрифты будут загружены автоматически.

Благодаря регистрации Вы можете подписаться на рассылку текстов любого из планов чтения Библии

Мы планируем постепенно развивать возможности самостоятельной настройки сайта и другие дополнительные сервисы для зарегистрированных пользователей, так что советуем регистрироваться уже сейчас (разумеется, бесплатно).