1 οὕτως λέγει κύριος ὁ οὐρανός μοι θρόνος ἡ δὲ γη̃ ὑποπόδιον τω̃ν ποδω̃ν μου ποι̃ον οἰ̃κον οἰκοδομήσετέ μοι ἢ ποι̃ος τόπος τη̃ς καταπαύσεώς μου |
2 πάντα γὰρ ταυ̃τα ἐποίησεν ἡ χείρ μου καὶ ἔστιν ἐμὰ πάντα ταυ̃τα λέγει κύριος καὶ ἐπὶ τίνα ἐπιβλέψω ἀλλ' ἢ ἐπὶ τὸν ταπεινὸν καὶ ἡσύχιον καὶ τρέμοντα τοὺς λόγους μου |
3 ὁ δὲ ἄνομος ὁ θύων μοι μόσχον ὡς ὁ ἀποκτέννων κύνα ὁ δὲ ἀναφέρων σεμίδαλιν ὡς αἱ̃μα ὕειον ὁ διδοὺς λίβανον εἰς μνημόσυνον ὡς βλάσφημος καὶ οὑ̃τοι ἐξελέξαντο τὰς ὁδοὺς αὐτω̃ν καὶ τὰ βδελύγματα αὐτω̃ν ἃ ἡ ψυχὴ αὐτω̃ν ἠθέλησεν |
4 κἀγὼ ἐκλέξομαι τὰ ἐμπαίγματα αὐτω̃ν καὶ τὰς ἁμαρτίας ἀνταποδώσω αὐτοι̃ς ὅτι ἐκάλεσα αὐτοὺς καὶ οὐχ ὑπήκουσάν μου ἐλάλησα καὶ οὐκ ἤκουσαν καὶ ἐποίησαν τὸ πονηρὸν ἐναντίον μου καὶ ἃ οὐκ ἐβουλόμην ἐξελέξαντο |
5 ἀκούσατε τὸ ῥη̃μα κυρίου οἱ τρέμοντες τὸν λόγον αὐτου̃ εἴπατε ἀδελφοὶ ἡμω̃ν τοι̃ς μισου̃σιν ἡμα̃ς καὶ βδελυσσομένοις ἵνα τὸ ὄνομα κυρίου δοξασθη̨̃ καὶ ὀφθη̨̃ ἐν τη̨̃ εὐφροσύνη̨ αὐτω̃ν κἀκει̃νοι αἰσχυνθήσονται |
6 φωνὴ κραυγη̃ς ἐκ πόλεως φωνὴ ἐκ ναου̃ φωνὴ κυρίου ἀνταποδιδόντος ἀνταπόδοσιν τοι̃ς ἀντικειμένοις |
7 πρὶν ἢ τὴν ὠδίνουσαν τεκει̃ν πρὶν ἐλθει̃ν τὸν πόνον τω̃ν ὠδίνων ἐξέφυγεν καὶ ἔτεκεν ἄρσεν |
8 τίς ἤκουσεν τοιου̃το καὶ τίς ἑώρακεν οὕτως ἠ̃ ὤδινεν γη̃ ἐν μια̨̃ ἡμέρα̨ ἢ καὶ ἐτέχθη ἔθνος εἰς ἅπαξ ὅτι ὤδινεν καὶ ἔτεκεν Σιων τὰ παιδία αὐτη̃ς |
9 ἐγὼ δὲ ἔδωκα τὴν προσδοκίαν ταύτην καὶ οὐκ ἐμνήσθης μου εἰ̃πεν κύριος οὐκ ἰδοὺ ἐγὼ γεννω̃σαν καὶ στει̃ραν ἐποίησα εἰ̃πεν ὁ θεός |
10 εὐφράνθητι Ιερουσαλημ καὶ πανηγυρίσατε ἐν αὐτη̨̃ πάντες οἱ ἀγαπω̃ντες αὐτήν χάρητε χαρα̨̃ πάντες ὅσοι πενθει̃τε ἐπ' αὐτη̃ς |
11 ἵνα θηλάσητε καὶ ἐμπλησθη̃τε ἀπὸ μαστου̃ παρακλήσεως αὐτη̃ς ἵνα ἐκθηλάσαντες τρυφήσητε ἀπὸ εἰσόδου δόξης αὐτη̃ς |
12 ὅτι τάδε λέγει κύριος ἰδοὺ ἐγὼ ἐκκλίνω εἰς αὐτοὺς ὡς ποταμὸς εἰρήνης καὶ ὡς χειμάρρους ἐπικλύζων δόξαν ἐθνω̃ν τὰ παιδία αὐτω̃ν ἐπ' ὤμων ἀρθήσονται καὶ ἐπὶ γονάτων παρακληθήσονται |
13 ὡς εἴ τινα μήτηρ παρακαλέσει οὕτως καὶ ἐγὼ παρακαλέσω ὑμα̃ς καὶ ἐν Ιερουσαλημ παρακληθήσεσθε |
14 καὶ ὄψεσθε καὶ χαρήσεται ὑμω̃ν ἡ καρδία καὶ τὰ ὀστα̃ ὑμω̃ν ὡς βοτάνη ἀνατελει̃ καὶ γνωσθήσεται ἡ χεὶρ κυρίου τοι̃ς σεβομένοις αὐτόν καὶ ἀπειλήσει τοι̃ς ἀπειθου̃σιν |
15 ἰδοὺ γὰρ κύριος ὡς πυ̃ρ ἥξει καὶ ὡς καταιγὶς τὰ ἅρματα αὐτου̃ ἀποδου̃ναι ἐν θυμω̨̃ ἐκδίκησιν καὶ ἀποσκορακισμὸν ἐν φλογὶ πυρός |
16 ἐν γὰρ τω̨̃ πυρὶ κυρίου κριθήσεται πα̃σα ἡ γη̃ καὶ ἐν τη̨̃ ῥομφαία̨ αὐτου̃ πα̃σα σάρξ πολλοὶ τραυματίαι ἔσονται ὑπὸ κυρίου |
17 οἱ ἁγνιζόμενοι καὶ καθαριζόμενοι εἰς τοὺς κήπους καὶ ἐν τοι̃ς προθύροις ἔσθοντες κρέας ὕειον καὶ τὰ βδελύγματα καὶ τὸν νυ̃ν ἐπὶ τὸ αὐτὸ ἀναλωθήσονται εἰ̃πεν κύριος |
18 κἀγὼ τὰ ἔργα αὐτω̃ν καὶ τὸν λογισμὸν αὐτω̃ν ἐπίσταμαι ἔρχομαι συναγαγει̃ν πάντα τὰ ἔθνη καὶ τὰς γλώσσας καὶ ἥξουσιν καὶ ὄψονται τὴν δόξαν μου |
19 καὶ καταλείψω ἐπ' αὐτω̃ν σημει̃α καὶ ἐξαποστελω̃ ἐξ αὐτω̃ν σεσω̨σμένους εἰς τὰ ἔθνη εἰς Θαρσις καὶ Φουδ καὶ Λουδ καὶ Μοσοχ καὶ Θοβελ καὶ εἰς τὴν 'Ελλάδα καὶ εἰς τὰς νήσους τὰς πόρρω οἳ οὐκ ἀκηκόασίν μου τὸ ὄνομα οὐδὲ ἑωράκασιν τὴν δόξαν μου καὶ ἀναγγελου̃σίν μου τὴν δόξαν ἐν τοι̃ς ἔθνεσιν |
20 καὶ ἄξουσιν τοὺς ἀδελφοὺς ὑμω̃ν ἐκ πάντων τω̃ν ἐθνω̃ν δω̃ρον κυρίω̨ μεθ' ἵππων καὶ ἁρμάτων ἐν λαμπήναις ἡμιόνων μετὰ σκιαδίων εἰς τὴν ἁγίαν πόλιν Ιερουσαλημ εἰ̃πεν κύριος ὡς ἂν ἐνέγκαισαν οἱ υἱοὶ Ισραηλ ἐμοὶ τὰς θυσίας αὐτω̃ν μετὰ ψαλμω̃ν εἰς τὸν οἰ̃κον κυρίου |
21 καὶ ἀπ' αὐτω̃ν λήμψομαι ἐμοὶ ἱερει̃ς καὶ Λευίτας εἰ̃πεν κύριος |
22 ὃν τρόπον γὰρ ὁ οὐρανὸς καινὸς καὶ ἡ γη̃ καινή ἃ ἐγὼ ποιω̃ μένει ἐνώπιόν μου λέγει κύριος οὕτως στήσεται τὸ σπέρμα ὑμω̃ν καὶ τὸ ὄνομα ὑμω̃ν |
23 καὶ ἔσται μη̃να ἐκ μηνὸς καὶ σάββατον ἐκ σαββάτου ἥξει πα̃σα σὰρξ ἐνώπιόν μου προσκυνη̃σαι ἐν Ιερουσαλημ εἰ̃πεν κύριος |
24 καὶ ἐξελεύσονται καὶ ὄψονται τὰ κω̃λα τω̃ν ἀνθρώπων τω̃ν παραβεβηκότων ἐν ἐμοί ὁ γὰρ σκώληξ αὐτω̃ν οὐ τελευτήσει καὶ τὸ πυ̃ρ αὐτω̃ν οὐ σβεσθήσεται καὶ ἔσονται εἰς ὅρασιν πάση̨ σαρκί |