Bible-Center
Whole Bible
Septuagint (gr)
Share

ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ, κεφαλίς 28

ὀψὲ δὲ σαββάτων τη̨̃ ἐπιφωσκούση̨ εἰς μίαν σαββάτων ἠ̃λθεν Μαριὰμ ἡ Μαγδαληνὴ καὶ ἡ ἄλλη Μαρία θεωρη̃σαι τòν τάφον
καὶ ἰδοὺ σεισμòς ἐγένετο μέγας ἄγγελος γὰρ κυρίου καταβὰς ἐξ οὐρανου̃ καὶ προσελθὼν ἀπεκύλισεν τòν λίθον καὶ ἐκάθητο ἐπάνω αὐτου̃
ἠ̃ν δὲ ἡ εἰδέα αὐτου̃ ὡς ἀστραπὴ καὶ τò ἔνδυμα αὐτου̃ λευκòν ὡς χιών
ἀπò δὲ του̃ φόβου αὐτου̃ ἐσείσθησαν οἱ τηρου̃ντες καὶ ἐγενήθησαν ὡς νεκροί
ἀποκριθεὶς δὲ ὁ ἄγγελος εἰ̃πεν ται̃ς γυναιξίν μὴ φοβει̃σθε ὑμει̃ς οἰ̃δα γὰρ ὅτι ’Ιησου̃ν τòν ἐσταυρωμένον ζητει̃τε
οὐκ ἔστιν ὡ̃δε ἠγέρθη γὰρ καθὼς εἰ̃πεν δευ̃τε ἴδετε τòν τόπον ὅπου ἔκειτο
καὶ ταχὺ πορευθει̃σαι εἴπατε τοι̃ς μαθηται̃ς αὐτου̃ ὅτι ἠγέρθη ἀπò τω̃ν νεκρω̃ν καὶ ἰδοὺ προάγει ὑμα̃ς εἰς τὴν Γαλιλαίαν ἐκει̃ αὐτòν ὄψεσθε ἰδοὺ εἰ̃πον ὑμι̃ν
καὶ ἀπελθου̃σαι ταχὺ ἀπò του̃ μνημείου μετὰ φόβου καὶ χαρα̃ς μεγάλης ἔδραμον ἀπαγγει̃λαι τοι̃ς μαθηται̃ς αὐτου̃
καὶ ἰδοὺ ’Ιησου̃ς ὑπήντησεν αὐται̃ς λέγων χαίρετε αἱ δὲ προσελθου̃σαι ἐκράτησαν αὐτου̃ τοὺς πόδας καὶ προσεκύνησαν αὐτω̨̃
10 τότε λέγει αὐται̃ς ὁ ’Ιησου̃ς μὴ φοβει̃σθε ὑπάγετε ἀπαγγείλατε τοι̃ς ἀδελφοι̃ς μου ἵνα ἀπέλθωσιν εἰς τὴν Γαλιλαίαν κἀκει̃ με ὄψονται
11 πορευομένων δὲ αὐτω̃ν ἰδού τινες τη̃ς κουστωδίας ἐλθόντες εἰς τὴν πόλιν ἀπήγγειλαν τοι̃ς ἀρχιερευ̃σιν ἅπαντα τὰ γενόμενα
12 καὶ συναχθέντες μετὰ τω̃ν πρεσβυτέρων συμβούλιόν τε λαβόντες ἀργύρια ἱκανὰ ἔδωκαν τοι̃ς στρατιώταις
13 λέγοντες εἴπατε ὅτι οἱ μαθηταὶ αὐτου̃ νυκτòς ἐλθόντες ἔκλεψαν αὐτòν ἡμω̃ν κοιμωμένων
14 καὶ ἐὰν ἀκουσθη̨̃ του̃το ἐπὶ του̃ ἡγεμόνος ἡμει̃ς πείσομεν αὐτòν καὶ ὑμα̃ς ἀμερίμνους ποιήσομεν
15 οἱ δὲ λαβόντες τὰ ἀργύρια ἐποίησαν ὡς ἐδιδάχθησαν καὶ διεφημίσθη ὁ λόγος οὑ̃τος παρὰ ’Ιουδαίοις μέχρι τη̃ς σήμερον ἡμέρας
16 οἱ δὲ ἕνδεκα μαθηταὶ ἐπορεύθησαν εἰς τὴν Γαλιλαίαν εἰς τò ὄρος οὑ̃ ἐτάξατο αὐτοι̃ς ὁ ’Ιησου̃ς
17 καὶ ἰδόντες αὐτòν προσεκύνησαν οἱ δὲ ἐδίστασαν
18 καὶ προσελθὼν ὁ ’Ιησου̃ς ἐλάλησεν αὐτοι̃ς λέγων ἐδόθη μοι πα̃σα ἐξουσία ἐν οὐρανω̨̃ καὶ ἐπὶ τη̃ς γη̃ς
19 πορευθέντες οὐ̃ν μαθητεύσατε πάντα τὰ ἔθνη βαπτίζοντες αὐτοὺς εἰς τò ὄνομα του̃ πατρòς καὶ του̃ υἱου̃ καὶ του̃ ἁγίου πνεύματος
20 διδάσκοντες αὐτοὺς τηρει̃ν πάντα ὅσα ἐνετειλάμην ὑμι̃ν καὶ ἰδοὺ ἐγὼ μεθ' ὑμω̃ν εἰμι πάσας τὰς ἡμέρας ἕως τη̃ς συντελείας του̃ αἰω̃νος
To view greek and slavonic text correctly you need to install Lucida Sans Unicode and Hirmos fonts. If your browser supports latest CSS3 standard, fonts will be auto-loaded, there's no need to install them.

Once registered, you can subscribe for any reading plans of the Bible.

Possibilities of personalized settings and other services for the already registered users are in the pipeline, therefore we advise you to register now (for free, of course).