1 υἱέ μὴ ζηλώση̨ς κακοὺς ἄνδρας μηδὲ ἐπιθυμήση̨ς εἰ̃ναι μετ' αὐτω̃ν |
2 ψεύδη γὰρ μελετα̨̃ ἡ καρδία αὐτω̃ν καὶ πόνους τὰ χείλη αὐτω̃ν λαλει̃ |
3 μετὰ σοφίας οἰκοδομει̃ται οἰ̃κος καὶ μετὰ συνέσεως ἀνορθου̃ται |
4 μετὰ αἰσθήσεως ἐμπίμπλαται ταμίεια ἐκ παντὸς πλούτου τιμίου καὶ καλου̃ |
5 κρείσσων σοφὸς ἰσχυρου̃ καὶ ἀνὴρ φρόνησιν ἔχων γεωργίου μεγάλου |
6 μετὰ κυβερνήσεως γίνεται πόλεμος βοήθεια δὲ μετὰ καρδίας βουλευτικη̃ς |
7 σοφία καὶ ἔννοια ἀγαθὴ ἐν πύλαις σοφω̃ν σοφοὶ οὐκ ἐκκλίνουσιν ἐκ στόματος κυρίου |
8 ἀλλὰ λογίζονται ἐν συνεδρίοις ἀπαιδεύτοις συναντα̨̃ θάνατος |
9 ἀποθνή̨σκει δὲ ἄφρων ἐν ἁμαρτίαις ἀκαθαρσία δὲ ἀνδρὶ λοιμω̨̃ ἐμμολυνθήσεται |
10 ἐν ἡμέρα̨ κακη̨̃ καὶ ἐν ἡμέρα̨ θλίψεως ἕως ἂν ἐκλίπη̨ |
11 ῥυ̃σαι ἀγομένους εἰς θάνατον καὶ ἐκπρίου κτεινομένους μὴ φείση̨ |
12 ἐὰν δὲ εἴπη̨ς οὐκ οἰ̃δα του̃τον γίνωσκε ὅτι κύριος καρδίας πάντων γινώσκει καὶ ὁ πλάσας πνοὴν πα̃σιν αὐτὸς οἰ̃δεν πάντα ὃς ἀποδίδωσιν ἑκάστω̨ κατὰ τὰ ἔργα αὐτου̃ |
13 φάγε μέλι υἱέ ἀγαθὸν γὰρ κηρίον ἵνα γλυκανθη̨̃ σου ὁ φάρυγξ |
14 οὕτως αἰσθήση̨ σοφίαν τη̨̃ ση̨̃ ψυχη̨̃ ἐὰν γὰρ εὕρη̨ς ἔσται καλὴ ἡ τελευτή σου καὶ ἐλπίς σε οὐκ ἐγκαταλείψει |
15 μὴ προσαγάγη̨ς ἀσεβη̃ νομη̨̃ δικαίων μηδὲ ἀπατηθη̨̃ς χορτασία̨ κοιλίας |
16 ἑπτάκι γὰρ πεσει̃ται ὁ δίκαιος καὶ ἀναστήσεται οἱ δὲ ἀσεβει̃ς ἀσθενήσουσιν ἐν κακοι̃ς |
17 ἐὰν πέση̨ ὁ ἐχθρός σου μὴ ἐπιχαρη̨̃ς αὐτω̨̃ ἐν δὲ τω̨̃ ὑποσκελίσματι αὐτου̃ μὴ ἐπαίρου |
18 ὅτι ὄψεται κύριος καὶ οὐκ ἀρέσει αὐτω̨̃ καὶ ἀποστρέψει τὸν θυμὸν αὐτου̃ ἀπ' αὐτου̃ |
19 μὴ χαι̃ρε ἐπὶ κακοποιοι̃ς μηδὲ ζήλου ἁμαρτωλούς |
20 οὐ γὰρ μὴ γένηται ἔκγονα πονηρω̃ν λαμπτὴρ δὲ ἀσεβω̃ν σβεσθήσεται |
21 φοβου̃ τὸν θεόν υἱέ καὶ βασιλέα καὶ μηθετέρω̨ αὐτω̃ν ἀπειθήση̨ς |
22 ἐξαίφνης γὰρ τείσονται τοὺς ἀσεβει̃ς τὰς δὲ τιμωρίας ἀμφοτέρων τίς γνώσεται |
23 ταυ̃τα δὲ λέγω ὑμι̃ν τοι̃ς σοφοι̃ς ἐπιγινώσκειν αἰδει̃σθαι πρόσωπον ἐν κρίσει οὐ καλόν |
24 ὁ εἰπὼν τὸν ἀσεβη̃ δίκαιός ἐστιν ἐπικατάρατος λαοι̃ς ἔσται καὶ μισητὸς εἰς ἔθνη |
25 οἱ δὲ ἐλέγχοντες βελτίους φανου̃νται ἐπ' αὐτοὺς δὲ ἥξει εὐλογία ἀγαθή |
26 χείλη δὲ φιλήσουσιν ἀποκρινόμενα λόγους ἀγαθούς |
27 ἑτοίμαζε εἰς τὴν ἔξοδον τὰ ἔργα σου καὶ παρασκευάζου εἰς τὸν ἀγρὸν καὶ πορεύου κατόπισθέν μου καὶ ἀνοικοδομήσεις τὸν οἰ̃κόν σου |
28 μὴ ἴσθι ψευδὴς μάρτυς ἐπὶ σὸν πολίτην μηδὲ πλατύνου σοι̃ς χείλεσιν |
29 μὴ εἴπη̨ς ὃν τρόπον ἐχρήσατό μοι χρήσομαι αὐτω̨̃ τείσομαι δὲ αὐτὸν ἅ με ἠδίκησεν |
30 ὥσπερ γεώργιον ἀνὴρ ἄφρων καὶ ὥσπερ ἀμπελὼν ἄνθρωπος ἐνδεὴς φρενω̃ν |
31 ἐὰν ἀφη̨̃ς αὐτόν χερσωθήσεται καὶ χορτομανήσει ὅλος καὶ γίνεται ἐκλελειμμένος οἱ δὲ φραγμοὶ τω̃ν λίθων αὐτου̃ κατασκάπτονται |
32 ὕστερον ἐγὼ μετενόησα ἐπέβλεψα του̃ ἐκλέξασθαι παιδείαν |
33 ὀλίγον νυστάζω ὀλίγον δὲ καθυπνω̃ ὀλίγον δὲ ἐναγκαλίζομαι χερσὶν στήθη |
34 ἐὰν δὲ του̃το ποιη̨̃ς ἥξει προπορευομένη ἡ πενία σου καὶ ἡ ἔνδειά σου ὥσπερ ἀγαθὸς δρομεύς |