1 κρείσσων ἀνὴρ ἐλέγχων ἀνδρὸς σκληροτραχήλου· ἐξαπίνης γὰρ φλεγομένου αὐτοῦ οὐκ ἔστιν ἴασις. |
2 ἐγκωμιαζομένων δικαίων εὐφρανθήσονται λαοί, ἀρχόντων δὲ ἀσεβῶν στένουσιν ἄνδρες. |
3 ἀνδρὸς φιλοῦντος σοφίαν εὐφραίνεται πατὴρ αὐτοῦ· ὃς δὲ ποιμαίνει πόρνας, ἀπολεῖ πλοῦτον. |
4 βασιλεὺς δίκαιος ἀνίστησιν χώραν, ἀνὴρ δὲ παράνομος κατασκάπτει. |
5 ὃς παρασκευάζεται ἐπὶ πρόσωπον τοῦ ἑαυτοῦ φίλου δίκτυον, περιβάλλει αὐτὸ τοῖς ἑαυτοῦ ποσίν. |
6 ἁμαρτάνοντι ἀνδρὶ μεγάλη παγίς, δίκαιος δὲ ἐν χαρᾷ καὶ ἐν εὐφροσύνῃ ἔσται. |
7 ἐπίσταται δίκαιος κρίνειν πενιχροῖς, ὁ δὲ ἀσεβὴς οὐ συνήσει γνῶσιν, καὶ πτωχῷ οὐχ ὑπάρχει νοῦς ἐπιγνώμων. |
8 ἄνδρες λοιμοὶ ἐξέκαυσαν πόλιν, σοφοὶ δὲ ἀπέστρεψαν ὀργήν. |
9 ἀνὴρ σοφὸς κρίνει ἔθνη, ἀνὴρ δὲ φαῦλος ὀργιζόμενος καταγελᾶται καὶ οὐ καταπτήσσει. |
10 ἄνδρες αἱμάτων μέτοχοι μισήσουσιν ὅσιον, οἱ δὲ εὐθεῖς ἐκζητήσουσιν ψυχὴν αὐτοῦ. |
11 ὅλον τὸν θυμὸν αὐτοῦ ἐκφέρει ἄφρων, σοφὸς δὲ ταμιεύεται κατὰ μέρος. |
12 βασιλέως ὑπακούοντος λόγον ἄδικον πάντες οἱ ὑπ᾽ αὐτὸν παράνομοι. |
13 δανιστοῦ καὶ χρεοφειλέτου ἀλλήλοις συνελθόντων ἐπισκοπὴν ποιεῖται ἀμφοτέρων ὁ κύριος. |
14 βασιλέως ἐν ἀληθείᾳ κρίνοντος πτωχοὺς ὁ θρόνος αὐτοῦ εἰς μαρτύριον κατασταθήσεται. |
15 πληγαὶ καὶ ἔλεγχοι διδόασιν σοφίαν, παῖς δὲ πλανώμενος αἰσχύνει γονεῖς αὐτοῦ. |
16 πολλῶν ὄντων ἀσεβῶν πολλαὶ γίνονται ἁμαρτίαι, οἱ δὲ δίκαιοι ἐκείνων πιπτόντων κατάφοβοι γίνονται. |
17 παίδευε υἱόν σου, καὶ ἀναπαύσει σε καὶ δώσει κόσμον τῇ ψυχῇ σου. |
18 οὐ μὴ ὑπάρξῃ ἐξηγητὴς ἔθνει παρανόμῳ, ὁ δὲ φυλάσσων τὸν νόμον μακαριστός. |
19 λόγοις οὐ παιδευθήσεται οἰκέτης σκληρός· ἐὰν γὰρ καὶ νοήσῃ, ἀλλ᾽ οὐχ ὑπακούσεται. |
20 ἐὰν ἴδῃς ἄνδρα ταχὺν ἐν λόγοις, γίνωσκε ὅτι ἐλπίδα ἔχει μᾶλλον ἄφρων αὐτοῦ. |
21 ὃς κατασπαταλᾷ ἐκ παιδός, οἰκέτης ἔσται, ἔσχατον δὲ ὀδυνηθήσεται ἐφ᾽ ἑαυτῷ. |
22 ἀνὴρ θυμώδης ὀρύσσει νεῖκος, ἀνὴρ δὲ ὀργίλος ἐξώρυξεν ἁμαρτίας. |
23 ὕβρις ἄνδρα ταπεινοῖ, τοὺς δὲ ταπεινόφρονας ἐρείδει δόξῃ κύριος. |
24 ὃς μερίζεται κλέπτῃ, μισεῖ τὴν ἑαυτοῦ ψυχήν· ἐὰν δὲ ὅρκου προτεθέντος ἀκούσαντες μὴ ἀναγγείλωσιν, |
25 φοβηθέντες καὶ αἰσχυνθέντες ἀνθρώπους ὑπεσκελίσθησαν· ὁ δὲ πεποιθὼς ἐπὶ κύριον εὐφρανθήσεται. ἀσέβεια ἀνδρὶ δίδωσιν σφάλμα· ὃς δὲ πέποιθεν ἐπὶ τῷ δεσπότῃ, σωθήσεται. |
26 πολλοὶ θεραπεύουσιν πρόσωπα ἡγουμένων, παρὰ δὲ κυρίου γίνεται τὸ δίκαιον ἀνδρί. |
27 βδέλυγμα δικαίοις ἀνὴρ ἄδικος, βδέλυγμα δὲ ἀνόμῳ κατευθύνουσα ὁδός. |