1 ὥσπερ δρόσος ἐν ἀμήτω̨ καὶ ὥσπερ ὑετὸς ἐν θέρει οὕτως οὐκ ἔστιν ἄφρονι τιμή |
2 ὥσπερ ὄρνεα πέταται καὶ στρουθοί οὕτως ἀρὰ ματαία οὐκ ἐπελεύσεται οὐδενί |
3 ὥσπερ μάστιξ ἵππω̨ καὶ κέντρον ὄνω̨ οὕτως ῥάβδος ἔθνει παρανόμω̨ |
4 μὴ ἀποκρίνου ἄφρονι πρὸς τὴν ἐκείνου ἀφροσύνην ἵνα μὴ ὅμοιος γένη̨ αὐτω̨̃ |
5 ἀλλὰ ἀποκρίνου ἄφρονι κατὰ τὴν ἀφροσύνην αὐτου̃ ἵνα μὴ φαίνηται σοφὸς παρ' ἑαυτω̨̃ |
6 ἐκ τω̃ν ἑαυτου̃ ποδω̃ν ὄνειδος πίεται ὁ ἀποστείλας δι' ἀγγέλου ἄφρονος λόγον |
7 ἀφελου̃ πορείαν σκελω̃ν καὶ παροιμίαν ἐκ στόματος ἀφρόνων |
8 ὃς ἀποδεσμεύει λίθον ἐν σφενδόνη̨ ὅμοιός ἐστιν τω̨̃ διδόντι ἄφρονι δόξαν |
9 ἄκανθαι φύονται ἐν χειρὶ του̃ μεθύσου δουλεία δὲ ἐν χειρὶ τω̃ν ἀφρόνων |
10 πολλὰ χειμάζεται πα̃σα σὰρξ ἀφρόνων συντρίβεται γὰρ ἡ ἔκστασις αὐτω̃ν |
11 ὥσπερ κύων ὅταν ἐπέλθη̨ ἐπὶ τὸν ἑαυτου̃ ἔμετον καὶ μισητὸς γένηται οὕτως ἄφρων τη̨̃ ἑαυτου̃ κακία̨ ἀναστρέψας ἐπὶ τὴν ἑαυτου̃ ἁμαρτίαν |
12 εἰ̃δον ἄνδρα δόξαντα παρ' ἑαυτω̨̃ σοφὸν εἰ̃ναι ἐλπίδα μέντοι ἔσχεν μα̃λλον ἄφρων αὐτου̃ |
13 λέγει ὀκνηρὸς ἀποστελλόμενος εἰς ὁδόν λέων ἐν ται̃ς ὁδοι̃ς |
14 ὥσπερ θύρα στρέφεται ἐπὶ του̃ στρόφιγγος οὕτως ὀκνηρὸς ἐπὶ τη̃ς κλίνης αὐτου̃ |
15 κρύψας ὀκνηρὸς τὴν χει̃ρα ἐν τω̨̃ κόλπω̨ αὐτου̃ οὐ δυνήσεται ἐπενεγκει̃ν ἐπὶ τὸ στόμα |
16 σοφώτερος ἑαυτω̨̃ ὀκνηρὸς φαίνεται του̃ ἐν πλησμονη̨̃ ἀποκομίζοντος ἀγγελίαν |
17 ὥσπερ ὁ κρατω̃ν κέρκου κυνός οὕτως ὁ προεστὼς ἀλλοτρίας κρίσεως |
18 ὥσπερ οἱ ἰώμενοι προβάλλουσιν λόγους εἰς ἀνθρώπους ὁ δὲ ἀπαντήσας τω̨̃ λόγω̨ πρω̃τος ὑποσκελισθήσεται |
19 οὕτως πάντες οἱ ἐνεδρεύοντες τοὺς ἑαυτω̃ν φίλους ὅταν δὲ φωραθω̃σιν λέγουσιν ὅτι παίζων ἔπραξα |
20 ἐν πολλοι̃ς ξύλοις θάλλει πυ̃ρ ὅπου δὲ οὐκ ἔστιν δίθυμος ἡσυχάζει μάχη |
21 ἐσχάρα ἄνθραξιν καὶ ξύλα πυρί ἀνὴρ δὲ λοίδορος εἰς ταραχὴν μάχης |
22 λόγοι κερκώπων μαλακοί οὑ̃τοι δὲ τύπτουσιν εἰς ταμίεια σπλάγχνων |
23 ἀργύριον διδόμενον μετὰ δόλου ὥσπερ ὄστρακον ἡγητέον χείλη λει̃α καρδίαν καλύπτει λυπηράν |
24 χείλεσιν πάντα ἐπινεύει ἀποκλαιόμενος ἐχθρός ἐν δὲ τη̨̃ καρδία̨ τεκταίνεται δόλους |
25 ἐάν σου δέηται ὁ ἐχθρὸς μεγάλη̨ τη̨̃ φωνη̨̃ μὴ πεισθη̨̃ς ἑπτὰ γάρ εἰσιν πονηρίαι ἐν τη̨̃ ψυχη̨̃ αὐτου̃ |
26 ὁ κρύπτων ἔχθραν συνίστησιν δόλον ἐκκαλύπτει δὲ τὰς ἑαυτου̃ ἁμαρτίας εὔγνωστος ἐν συνεδρίοις |
27 ὁ ὀρύσσων βόθρον τω̨̃ πλησίον ἐμπεσει̃ται εἰς αὐτόν ὁ δὲ κυλίων λίθον ἐφ' ἑαυτὸν κυλίει |
28 γλω̃σσα ψευδὴς μισει̃ ἀλήθειαν στόμα δὲ ἄστεγον ποιει̃ ἀκαταστασίας |