1 εἰς τὸ τέλος τω̨̃ παιδὶ κυρίου τω̨̃ Δαυιδ ἃ ἐλάλησεν τω̨̃ κυρίω̨ τοὺς λόγους τη̃ς ὠ̨δη̃ς ταύτης ἐν ἡμέρα̨ ἡ̨̃ ἐρρύσατο αὐτὸν κύριος ἐκ χειρὸς πάντων τω̃ν ἐχθρω̃ν αὐτου̃ καὶ ἐκ χειρὸς Σαουλ |
2 καὶ εἰ̃πεν ἀγαπήσω σε κύριε ἡ ἰσχύς μου |
3 κύριος στερέωμά μου καὶ καταφυγή μου καὶ ῥύστης μου ὁ θεός μου βοηθός μου καὶ ἐλπιω̃ ἐπ' αὐτόν ὑπερασπιστής μου καὶ κέρας σωτηρίας μου ἀντιλήμπτωρ μου |
4 αἰνω̃ν ἐπικαλέσομαι κύριον καὶ ἐκ τω̃ν ἐχθρω̃ν μου σωθήσομαι |
5 περιέσχον με ὠδι̃νες θανάτου καὶ χείμαρροι ἀνομίας ἐξετάραξάν με |
6 ὠδι̃νες ἅ̨δου περιεκύκλωσάν με προέφθασάν με παγίδες θανάτου |
7 καὶ ἐν τω̨̃ θλίβεσθαί με ἐπεκαλεσάμην τὸν κύριον καὶ πρὸς τὸν θεόν μου ἐκέκραξα ἤκουσεν ἐκ ναου̃ ἁγίου αὐτου̃ φωνη̃ς μου καὶ ἡ κραυγή μου ἐνώπιον αὐτου̃ εἰσελεύσεται εἰς τὰ ὠ̃τα αὐτου̃ |
8 καὶ ἐσαλεύθη καὶ ἔντρομος ἐγενήθη ἡ γη̃ καὶ τὰ θεμέλια τω̃ν ὀρέων ἐταράχθησαν καὶ ἐσαλεύθησαν ὅτι ὠργίσθη αὐτοι̃ς ὁ θεός |
9 ἀνέβη καπνὸς ἐν ὀργη̨̃ αὐτου̃ καὶ πυ̃ρ ἀπὸ προσώπου αὐτου̃ κατεφλόγισεν ἄνθρακες ἀνήφθησαν ἀπ' αὐτου̃ |
10 καὶ ἔκλινεν οὐρανὸν καὶ κατέβη καὶ γνόφος ὑπὸ τοὺς πόδας αὐτου̃ |
11 καὶ ἐπέβη ἐπὶ χερουβιν καὶ ἐπετάσθη ἐπετάσθη ἐπὶ πτερύγων ἀνέμων |
12 καὶ ἔθετο σκότος ἀποκρυφὴν αὐτου̃ κύκλω̨ αὐτου̃ ἡ σκηνὴ αὐτου̃ σκοτεινὸν ὕδωρ ἐν νεφέλαις ἀέρων |
13 ἀπὸ τη̃ς τηλαυγήσεως ἐνώπιον αὐτου̃ αἱ νεφέλαι διη̃λθον χάλαζα καὶ ἄνθρακες πυρός |
14 καὶ ἐβρόντησεν ἐξ οὐρανου̃ κύριος καὶ ὁ ὕψιστος ἔδωκεν φωνὴν αὐτου̃ |
15 καὶ ἐξαπέστειλεν βέλη καὶ ἐσκόρπισεν αὐτοὺς καὶ ἀστραπὰς ἐπλήθυνεν καὶ συνετάραξεν αὐτούς |
16 καὶ ὤφθησαν αἱ πηγαὶ τω̃ν ὑδάτων καὶ ἀνεκαλύφθη τὰ θεμέλια τη̃ς οἰκουμένης ἀπὸ ἐπιτιμήσεώς σου κύριε ἀπὸ ἐμπνεύσεως πνεύματος ὀργη̃ς σου |
17 ἐξαπέστειλεν ἐξ ὕψους καὶ ἔλαβέν με προσελάβετό με ἐξ ὑδάτων πολλω̃ν |
18 ῥύσεταί με ἐξ ἐχθρω̃ν μου δυνατω̃ν καὶ ἐκ τω̃ν μισούντων με ὅτι ἐστερεώθησαν ὑπὲρ ἐμέ |
19 προέφθασάν με ἐν ἡμέρα̨ κακώσεώς μου καὶ ἐγένετο κύριος ἀντιστήριγμά μου |
20 καὶ ἐξήγαγέν με εἰς πλατυσμόν ῥύσεταί με ὅτι ἠθέλησέν με ῥύσεταί με ἐξ ἐχθρω̃ν μου δυνατω̃ν καὶ ἐκ τω̃ν μισούντων με |
21 καὶ ἀνταποδώσει μοι κύριος κατὰ τὴν δικαιοσύνην μου καὶ κατὰ τὴν καθαριότητα τω̃ν χειρω̃ν μου ἀνταποδώσει μοι |
22 ὅτι ἐφύλαξα τὰς ὁδοὺς κυρίου καὶ οὐκ ἠσέβησα ἀπὸ του̃ θεου̃ μου |
23 ὅτι πάντα τὰ κρίματα αὐτου̃ ἐνώπιόν μου καὶ τὰ δικαιώματα αὐτου̃ οὐκ ἀπέστησα ἀπ' ἐμου̃ |
24 καὶ ἔσομαι ἄμωμος μετ' αὐτου̃ καὶ φυλάξομαι ἀπὸ τη̃ς ἀνομίας μου |
25 καὶ ἀνταποδώσει μοι κύριος κατὰ τὴν δικαιοσύνην μου καὶ κατὰ τὴν καθαριότητα τω̃ν χειρω̃ν μου ἐνώπιον τω̃ν ὀφθαλμω̃ν αὐτου̃ |
26 μετὰ ὁσίου ὁσιωθήση̨ καὶ μετὰ ἀνδρὸς ἀθώ̨ου ἀθω̨̃ος ἔση̨ |
27 καὶ μετὰ ἐκλεκτου̃ ἐκλεκτὸς ἔση̨ καὶ μετὰ στρεβλου̃ διαστρέψεις |
28 ὅτι σὺ λαὸν ταπεινὸν σώσεις καὶ ὀφθαλμοὺς ὑπερηφάνων ταπεινώσεις |
29 ὅτι σὺ φωτιει̃ς λύχνον μου κύριε ὁ θεός μου φωτιει̃ς τὸ σκότος μου |
30 ὅτι ἐν σοὶ ῥυσθήσομαι ἀπὸ πειρατηρίου καὶ ἐν τω̨̃ θεω̨̃ μου ὑπερβήσομαι τει̃χος |
31 ὁ θεός μου ἄμωμος ἡ ὁδὸς αὐτου̃ τὰ λόγια κυρίου πεπυρωμένα ὑπερασπιστής ἐστιν πάντων τω̃ν ἐλπιζόντων ἐπ' αὐτόν |
32 ὅτι τίς θεὸς πλὴν του̃ κυρίου καὶ τίς θεὸς πλὴν του̃ θεου̃ ἡμω̃ν |
33 ὁ θεὸς ὁ περιζωννύων με δύναμιν καὶ ἔθετο ἄμωμον τὴν ὁδόν μου |
34 ὁ καταρτιζόμενος τοὺς πόδας μου ὡς ἐλάφου καὶ ἐπὶ τὰ ὑψηλὰ ἱστω̃ν με |
35 διδάσκων χει̃ράς μου εἰς πόλεμον καὶ ἔθου τόξον χαλκου̃ν τοὺς βραχίονάς μου |
36 καὶ ἔδωκάς μοι ὑπερασπισμὸν σωτηρίας μου καὶ ἡ δεξιά σου ἀντελάβετό μου καὶ ἡ παιδεία σου ἀνώρθωσέν με εἰς τέλος καὶ ἡ παιδεία σου αὐτή με διδάξει |
37 ἐπλάτυνας τὰ διαβήματά μου ὑποκάτω μου καὶ οὐκ ἠσθένησαν τὰ ἴχνη μου |
38 καταδιώξω τοὺς ἐχθρούς μου καὶ καταλήμψομαι αὐτοὺς καὶ οὐκ ἀποστραφήσομαι ἕως ἂν ἐκλίπωσιν |
39 ἐκθλίψω αὐτούς καὶ οὐ μὴ δύνωνται στη̃ναι πεσου̃νται ὑπὸ τοὺς πόδας μου |
40 καὶ περιέζωσάς με δύναμιν εἰς πόλεμον συνεπόδισας πάντας τοὺς ἐπανιστανομένους ἐπ' ἐμὲ ὑποκάτω μου |
41 καὶ τοὺς ἐχθρούς μου ἔδωκάς μοι νω̃τον καὶ τοὺς μισου̃ντάς με ἐξωλέθρευσας |
42 ἐκέκραξαν καὶ οὐκ ἠ̃ν ὁ σώ̨ζων πρὸς κύριον καὶ οὐκ εἰσήκουσεν αὐτω̃ν |
43 καὶ λεπτυνω̃ αὐτοὺς ὡς χου̃ν κατὰ πρόσωπον ἀνέμου ὡς πηλὸν πλατειω̃ν λεανω̃ αὐτούς |
44 ῥύση̨ με ἐξ ἀντιλογιω̃ν λαου̃ καταστήσεις με εἰς κεφαλὴν ἐθνω̃ν λαός ὃν οὐκ ἔγνων ἐδούλευσέν μοι |
45 εἰς ἀκοὴν ὠτίου ὑπήκουσέν μοι υἱοὶ ἀλλότριοι ἐψεύσαντό μοι |
46 υἱοὶ ἀλλότριοι ἐπαλαιώθησαν καὶ ἐχώλαναν ἀπὸ τω̃ν τρίβων αὐτω̃ν |
47 ζη̨̃ κύριος καὶ εὐλογητὸς ὁ θεός μου καὶ ὑψωθήτω ὁ θεὸς τη̃ς σωτηρίας μου |
48 ὁ θεὸς ὁ διδοὺς ἐκδικήσεις ἐμοὶ καὶ ὑποτάξας λαοὺς ὑπ' ἐμέ |
49 ὁ ῥύστης μου ἐξ ἐχθρω̃ν μου ὀργίλων ἀπὸ τω̃ν ἐπανιστανομένων ἐπ' ἐμὲ ὑψώσεις με ἀπὸ ἀνδρὸς ἀδίκου ῥύση̨ με |
50 διὰ του̃το ἐξομολογήσομαί σοι ἐν ἔθνεσιν κύριε καὶ τω̨̃ ὀνόματί σου ψαλω̃ |
51 μεγαλύνων τὰς σωτηρίας του̃ βασιλέως αὐτου̃ καὶ ποιω̃ν ἔλεος τω̨̃ χριστω̨̃ αὐτου̃ τω̨̃ Δαυιδ καὶ τω̨̃ σπέρματι αὐτου̃ ἕως αἰω̃νος |