ΨΑΛΜΟΙ,
ψαλμὀς 22
1 ψαλμὸς τω̨̃ Δαυιδ κύριος ποιμαίνει με καὶ οὐδέν με ὑστερήσει |
2 εἰς τόπον χλόης ἐκει̃ με κατεσκήνωσεν ἐπὶ ὕδατος ἀναπαύσεως ἐξέθρεψέν με |
3 τὴν ψυχήν μου ἐπέστρεψεν ὡδήγησέν με ἐπὶ τρίβους δικαιοσύνης ἕνεκεν του̃ ὀνόματος αὐτου̃ |
4 ἐὰν γὰρ καὶ πορευθω̃ ἐν μέσω̨ σκια̃ς θανάτου οὐ φοβηθήσομαι κακά ὅτι σὺ μετ' ἐμου̃ εἰ̃ ἡ ῥάβδος σου καὶ ἡ βακτηρία σου αὐταί με παρεκάλεσαν |
5 ἡτοίμασας ἐνώπιόν μου τράπεζαν ἐξ ἐναντίας τω̃ν θλιβόντων με ἐλίπανας ἐν ἐλαίω̨ τὴν κεφαλήν μου καὶ τὸ ποτήριόν σου μεθύσκον ὡς κράτιστον |
6 καὶ τὸ ἔλεός σου καταδιώξεταί με πάσας τὰς ἡμέρας τη̃ς ζωη̃ς μου καὶ τὸ κατοικει̃ν με ἐν οἴκω̨ κυρίου εἰς μακρότητα ἡμερω̃ν |
To view greek and slavonic text correctly you need to install
Lucida Sans Unicode and
Hirmos fonts. If your browser supports latest CSS3 standard, fonts will be auto-loaded, there's no need to install them.