ΨΑΛΜΟΙ,
ψαλμὀς 28
1 ψαλμὸς τω̨̃ Δαυιδ ἐξοδίου σκηνη̃ς ἐνέγκατε τω̨̃ κυρίω̨ υἱοὶ θεου̃ ἐνέγκατε τω̨̃ κυρίω̨ υἱοὺς κριω̃ν ἐνέγκατε τω̨̃ κυρίω̨ δόξαν καὶ τιμήν |
2 ἐνέγκατε τω̨̃ κυρίω̨ δόξαν ὀνόματι αὐτου̃ προσκυνήσατε τω̨̃ κυρίω̨ ἐν αὐλη̨̃ ἁγία̨ αὐτου̃ |
3 φωνὴ κυρίου ἐπὶ τω̃ν ὑδάτων ὁ θεὸς τη̃ς δόξης ἐβρόντησεν κύριος ἐπὶ ὑδάτων πολλω̃ν |
4 φωνὴ κυρίου ἐν ἰσχύι φωνὴ κυρίου ἐν μεγαλοπρεπεία̨ |
5 φωνὴ κυρίου συντρίβοντος κέδρους καὶ συντρίψει κύριος τὰς κέδρους του̃ Λιβάνου |
6 καὶ λεπτυνει̃ αὐτὰς ὡς τὸν μόσχον τὸν Λίβανον καὶ ὁ ἠγαπημένος ὡς υἱὸς μονοκερώτων |
7 φωνὴ κυρίου διακόπτοντος φλόγα πυρός |
8 φωνὴ κυρίου συσσείοντος ἔρημον καὶ συσσείσει κύριος τὴν ἔρημον Καδης |
9 φωνὴ κυρίου καταρτιζομένου ἐλάφους καὶ ἀποκαλύψει δρυμούς καὶ ἐν τω̨̃ ναω̨̃ αὐτου̃ πα̃ς τις λέγει δόξαν |
10 κύριος τὸν κατακλυσμὸν κατοικιει̃ καὶ καθίεται κύριος βασιλεὺς εἰς τὸν αἰω̃να |
11 κύριος ἰσχὺν τω̨̃ λαω̨̃ αὐτου̃ δώσει κύριος εὐλογήσει τὸν λαὸν αὐτου̃ ἐν εἰρήνη̨ |
To view greek and slavonic text correctly you need to install
Lucida Sans Unicode and
Hirmos fonts. If your browser supports latest CSS3 standard, fonts will be auto-loaded, there's no need to install them.