Bible-Center
Whole Bible
Septuagint (gr)
Share

ΨΑΛΜΟΙ, ψαλμὀς 33

τω̨̃ Δαυιδ ὁπότε ἠλλοίωσεν τὸ πρόσωπον αὐτου̃ ἐναντίον Αβιμελεχ καὶ ἀπέλυσεν αὐτόν καὶ ἀπη̃λθεν
εὐλογήσω τὸν κύριον ἐν παντὶ καιρω̨̃ διὰ παντὸς ἡ αἴνεσις αὐτου̃ ἐν τω̨̃ στόματί μου
ἐν τω̨̃ κυρίω̨ ἐπαινεσθήσεται ἡ ψυχή μου ἀκουσάτωσαν πραει̃ς καὶ εὐφρανθήτωσαν
μεγαλύνατε τὸν κύριον σὺν ἐμοί καὶ ὑψώσωμεν τὸ ὄνομα αὐτου̃ ἐπὶ τὸ αὐτό
ἐξεζήτησα τὸν κύριον καὶ ἐπήκουσέν μου καὶ ἐκ πασω̃ν τω̃ν παροικιω̃ν μου ἐρρύσατό με
προσέλθατε πρὸς αὐτὸν καὶ φωτίσθητε καὶ τὰ πρόσωπα ὑμω̃ν οὐ μὴ καταισχυνθη̨̃
οὑ̃τος ὁ πτωχὸς ἐκέκραξεν καὶ ὁ κύριος εἰσήκουσεν αὐτου̃ καὶ ἐκ πασω̃ν τω̃ν θλίψεων αὐτου̃ ἔσωσεν αὐτόν
παρεμβαλει̃ ἄγγελος κυρίου κύκλω̨ τω̃ν φοβουμένων αὐτὸν καὶ ῥύσεται αὐτούς
γεύσασθε καὶ ἴδετε ὅτι χρηστὸς ὁ κύριος μακάριος ἀνήρ ὃς ἐλπίζει ἐπ' αὐτόν
10 φοβήθητε τὸν κύριον οἱ ἅγιοι αὐτου̃ ὅτι οὐκ ἔστιν ὑστέρημα τοι̃ς φοβουμένοις αὐτόν
11 πλούσιοι ἐπτώχευσαν καὶ ἐπείνασαν οἱ δὲ ἐκζητου̃ντες τὸν κύριον οὐκ ἐλαττωθήσονται παντὸς ἀγαθου̃ διάψαλμα
12 δευ̃τε τέκνα ἀκούσατέ μου φόβον κυρίου διδάξω ὑμα̃ς
13 τίς ἐστιν ἄνθρωπος ὁ θέλων ζωὴν ἀγαπω̃ν ἡμέρας ἰδει̃ν ἀγαθάς
14 παυ̃σον τὴν γλω̃σσάν σου ἀπὸ κακου̃ καὶ χείλη σου του̃ μὴ λαλη̃σαι δόλον
15 ἔκκλινον ἀπὸ κακου̃ καὶ ποίησον ἀγαθόν ζήτησον εἰρήνην καὶ δίωξον αὐτήν
16 ὀφθαλμοὶ κυρίου ἐπὶ δικαίους καὶ ὠ̃τα αὐτου̃ εἰς δέησιν αὐτω̃ν
17 πρόσωπον δὲ κυρίου ἐπὶ ποιου̃ντας κακὰ του̃ ἐξολεθρευ̃σαι ἐκ γη̃ς τὸ μνημόσυνον αὐτω̃ν
18 ἐκέκραξαν οἱ δίκαιοι καὶ ὁ κύριος εἰσήκουσεν αὐτω̃ν καὶ ἐκ πασω̃ν τω̃ν θλίψεων αὐτω̃ν ἐρρύσατο αὐτούς
19 ἐγγὺς κύριος τοι̃ς συντετριμμένοις τὴν καρδίαν καὶ τοὺς ταπεινοὺς τω̨̃ πνεύματι σώσει
20 πολλαὶ αἱ θλίψεις τω̃ν δικαίων καὶ ἐκ πασω̃ν αὐτω̃ν ῥύσεται αὐτούς
21 κύριος φυλάσσει πάντα τὰ ὀστα̃ αὐτω̃ν ἓν ἐξ αὐτω̃ν οὐ συντριβήσεται
22 θάνατος ἁμαρτωλω̃ν πονηρός καὶ οἱ μισου̃ντες τὸν δίκαιον πλημμελήσουσιν
23 λυτρώσεται κύριος ψυχὰς δούλων αὐτου̃ καὶ οὐ μὴ πλημμελήσωσιν πάντες οἱ ἐλπίζοντες ἐπ' αὐτόν
To view greek and slavonic text correctly you need to install Lucida Sans Unicode and Hirmos fonts. If your browser supports latest CSS3 standard, fonts will be auto-loaded, there's no need to install them.

Once registered, you can subscribe for any reading plans of the Bible.

Possibilities of personalized settings and other services for the already registered users are in the pipeline, therefore we advise you to register now (for free, of course).