Bible-Center
Whole Bible
Septuagint (gr)
Share

ΨΑΛΜΟΙ, ψαλμὀς 35

εἰς τὸ τέλος τω̨̃ δούλω̨ κυρίου τω̨̃ Δαυιδ
φησὶν ὁ παράνομος του̃ ἁμαρτάνειν ἐν ἑαυτω̨̃ οὐκ ἔστιν φόβος θεου̃ ἀπέναντι τω̃ν ὀφθαλμω̃ν αὐτου̃
ὅτι ἐδόλωσεν ἐνώπιον αὐτου̃ του̃ εὑρει̃ν τὴν ἀνομίαν αὐτου̃ καὶ μιση̃σαι
τὰ ῥήματα του̃ στόματος αὐτου̃ ἀνομία καὶ δόλος οὐκ ἐβουλήθη συνιέναι του̃ ἀγαθυ̃ναι
ἀνομίαν διελογίσατο ἐπὶ τη̃ς κοίτης αὐτου̃ παρέστη πάση̨ ὁδω̨̃ οὐκ ἀγαθη̨̃ τη̨̃ δὲ κακία̨ οὐ προσώχθισεν
κύριε ἐν τω̨̃ οὐρανω̨̃ τὸ ἔλεός σου καὶ ἡ ἀλήθειά σου ἕως τω̃ν νεφελω̃ν
ἡ δικαιοσύνη σου ὡσεὶ ὄρη θεου̃ τὰ κρίματά σου ἄβυσσος πολλή ἀνθρώπους καὶ κτήνη σώσεις κύριε
ὡς ἐπλήθυνας τὸ ἔλεός σου ὁ θεός οἱ δὲ υἱοὶ τω̃ν ἀνθρώπων ἐν σκέπη̨ τω̃ν πτερύγων σου ἐλπιου̃σιν
μεθυσθήσονται ἀπὸ πιότητος του̃ οἴκου σου καὶ τὸν χειμάρρουν τη̃ς τρυφη̃ς σου ποτιει̃ς αὐτούς
10 ὅτι παρὰ σοὶ πηγὴ ζωη̃ς ἐν τω̨̃ φωτί σου ὀψόμεθα φω̃ς
11 παράτεινον τὸ ἔλεός σου τοι̃ς γινώσκουσίν σε καὶ τὴν δικαιοσύνην σου τοι̃ς εὐθέσι τη̨̃ καρδία̨
12 μὴ ἐλθέτω μοι ποὺς ὑπερηφανίας καὶ χεὶρ ἁμαρτωλω̃ν μὴ σαλεύσαι με
13 ἐκει̃ ἔπεσον οἱ ἐργαζόμενοι τὴν ἀνομίαν ἐξώσθησαν καὶ οὐ μὴ δύνωνται στη̃ναι
To view greek and slavonic text correctly you need to install Lucida Sans Unicode and Hirmos fonts. If your browser supports latest CSS3 standard, fonts will be auto-loaded, there's no need to install them.

Once registered, you can subscribe for any reading plans of the Bible.

Possibilities of personalized settings and other services for the already registered users are in the pipeline, therefore we advise you to register now (for free, of course).