1 ψαλμὸς τω̨̃ Δαυιδ εἰς ἀνάμνησιν περὶ σαββάτου |
2 κύριε μὴ τω̨̃ θυμω̨̃ σου ἐλέγξη̨ς με μηδὲ τη̨̃ ὀργη̨̃ σου παιδεύση̨ς με |
3 ὅτι τὰ βέλη σου ἐνεπάγησάν μοι καὶ ἐπεστήρισας ἐπ' ἐμὲ τὴν χει̃ρά σου |
4 οὐκ ἔστιν ἴασις ἐν τη̨̃ σαρκί μου ἀπὸ προσώπου τη̃ς ὀργη̃ς σου οὐκ ἔστιν εἰρήνη τοι̃ς ὀστέοις μου ἀπὸ προσώπου τω̃ν ἁμαρτιω̃ν μου |
5 ὅτι αἱ ἀνομίαι μου ὑπερη̃ραν τὴν κεφαλήν μου ὡσεὶ φορτίον βαρὺ ἐβαρύνθησαν ἐπ' ἐμέ |
6 προσώζεσαν καὶ ἐσάπησαν οἱ μώλωπές μου ἀπὸ προσώπου τη̃ς ἀφροσύνης μου |
7 ἐταλαιπώρησα καὶ κατεκάμφθην ἕως τέλους ὅλην τὴν ἡμέραν σκυθρωπάζων ἐπορευόμην |
8 ὅτι αἱ ψύαι μου ἐπλήσθησαν ἐμπαιγμω̃ν καὶ οὐκ ἔστιν ἴασις ἐν τη̨̃ σαρκί μου |
9 ἐκακώθην καὶ ἐταπεινώθην ἕως σφόδρα ὠρυόμην ἀπὸ στεναγμου̃ τη̃ς καρδίας μου |
10 κύριε ἐναντίον σου πα̃σα ἡ ἐπιθυμία μου καὶ ὁ στεναγμός μου ἀπὸ σου̃ οὐκ ἐκρύβη |
11 ἡ καρδία μου ἐταράχθη ἐγκατέλιπέν με ἡ ἰσχύς μου καὶ τὸ φω̃ς τω̃ν ὀφθαλμω̃ν μου καὶ αὐτὸ οὐκ ἔστιν μετ' ἐμου̃ |
12 οἱ φίλοι μου καὶ οἱ πλησίον μου ἐξ ἐναντίας μου ἤγγισαν καὶ ἔστησαν καὶ οἱ ἔγγιστά μου ἀπὸ μακρόθεν ἔστησαν |
13 καὶ ἐξεβιάσαντο οἱ ζητου̃ντες τὴν ψυχήν μου καὶ οἱ ζητου̃ντες τὰ κακά μοι ἐλάλησαν ματαιότητας καὶ δολιότητας ὅλην τὴν ἡμέραν ἐμελέτησαν |
14 ἐγὼ δὲ ὡσεὶ κωφὸς οὐκ ἤκουον καὶ ὡσεὶ ἄλαλος οὐκ ἀνοίγων τὸ στόμα αὐτου̃ |
15 καὶ ἐγενόμην ὡσεὶ ἄνθρωπος οὐκ ἀκούων καὶ οὐκ ἔχων ἐν τω̨̃ στόματι αὐτου̃ ἐλεγμούς |
16 ὅτι ἐπὶ σοί κύριε ἤλπισα σὺ εἰσακούση̨ κύριε ὁ θεός μου |
17 ὅτι εἰ̃πα μήποτε ἐπιχαρω̃σίν μοι οἱ ἐχθροί μου καὶ ἐν τω̨̃ σαλευθη̃ναι πόδας μου ἐπ' ἐμὲ ἐμεγαλορρημόνησαν |
18 ὅτι ἐγὼ εἰς μάστιγας ἕτοιμος καὶ ἡ ἀλγηδών μου ἐνώπιόν μου διὰ παντός |
19 ὅτι τὴν ἀνομίαν μου ἐγὼ ἀναγγελω̃ καὶ μεριμνήσω ὑπὲρ τη̃ς ἁμαρτίας μου |
20 οἱ δὲ ἐχθροί μου ζω̃σιν καὶ κεκραταίωνται ὑπὲρ ἐμέ καὶ ἐπληθύνθησαν οἱ μισου̃ντές με ἀδίκως |
21 οἱ ἀνταποδιδόντες κακὰ ἀντὶ ἀγαθω̃ν ἐνδιέβαλλόν με ἐπεὶ κατεδίωκον δικαιοσύνην καὶ ἀπέρριψάν με τὸν ἀγαπητὸν ὡσεὶ νεκρὸν ἐβδελυγμένον |
22 μὴ ἐγκαταλίπη̨ς με κύριε ὁ θεός μου μὴ ἀποστη̨̃ς ἀπ' ἐμου̃ |
23 πρόσχες εἰς τὴν βοήθειάν μου κύριε τη̃ς σωτηρίας μου |