ΨΑΛΜΟΙ,
ψαλμὀς 40
1 εἰς τὸ τέλος ψαλμὸς τω̨̃ Δαυιδ |
2 μακάριος ὁ συνίων ἐπὶ πτωχὸν καὶ πένητα ἐν ἡμέρα̨ πονηρα̨̃ ῥύσεται αὐτὸν ὁ κύριος |
3 κύριος διαφυλάξαι αὐτὸν καὶ ζήσαι αὐτὸν καὶ μακαρίσαι αὐτὸν ἐν τη̨̃ γη̨̃ καὶ μὴ παραδώ̨η αὐτὸν εἰς χει̃ρας ἐχθρου̃ αὐτου̃ |
4 κύριος βοηθήσαι αὐτω̨̃ ἐπὶ κλίνης ὀδύνης αὐτου̃ ὅλην τὴν κοίτην αὐτου̃ ἔστρεψας ἐν τη̨̃ ἀρρωστία̨ αὐτου̃ |
5 ἐγὼ εἰ̃πα κύριε ἐλέησόν με ἴασαι τὴν ψυχήν μου ὅτι ἥμαρτόν σοι |
6 οἱ ἐχθροί μου εἰ̃παν κακά μοι πότε ἀποθανει̃ται καὶ ἀπολει̃ται τὸ ὄνομα αὐτου̃ |
7 καὶ εἰ εἰσεπορεύετο του̃ ἰδει̃ν μάτην ἐλάλει ἡ καρδία αὐτου̃ συνήγαγεν ἀνομίαν ἑαυτω̨̃ ἐξεπορεύετο ἔξω καὶ ἐλάλει |
8 ἐπὶ τὸ αὐτὸ κατ' ἐμου̃ ἐψιθύριζον πάντες οἱ ἐχθροί μου κατ' ἐμου̃ ἐλογίζοντο κακά μοι |
9 λόγον παράνομον κατέθεντο κατ' ἐμου̃ μὴ ὁ κοιμώμενος οὐχὶ προσθήσει του̃ ἀναστη̃ναι |
10 καὶ γὰρ ὁ ἄνθρωπος τη̃ς εἰρήνης μου ἐφ' ὃν ἤλπισα ὁ ἐσθίων ἄρτους μου ἐμεγάλυνεν ἐπ' ἐμὲ πτερνισμόν |
11 σὺ δέ κύριε ἐλέησόν με καὶ ἀνάστησόν με καὶ ἀνταποδώσω αὐτοι̃ς |
12 ἐν τούτω̨ ἔγνων ὅτι τεθέληκάς με ὅτι οὐ μὴ ἐπιχαρη̨̃ ὁ ἐχθρός μου ἐπ' ἐμέ |
13 ἐμου̃ δὲ διὰ τὴν ἀκακίαν ἀντελάβου καὶ ἐβεβαίωσάς με ἐνώπιόν σου εἰς τὸν αἰω̃να |
14 εὐλογητὸς κύριος ὁ θεὸς Ισραηλ ἀπὸ του̃ αἰω̃νος καὶ εἰς τὸν αἰω̃να γένοιτο γένοιτο |
To view greek and slavonic text correctly you need to install
Lucida Sans Unicode and
Hirmos fonts. If your browser supports latest CSS3 standard, fonts will be auto-loaded, there's no need to install them.