Библия-Центр
РУ
Вся Библия
Greek/Septuagint (gr)

ΜΑΚΚΑΒΑΊΩΝ Α, κεφαλίς 6,  στἰχοι 1-16

καὶ ὁ βασιλεὺς 'Αντίοχος διεπορεύετο τὰς ἐπάνω χώρας καὶ ἤκουσεν ὅτι ἐστὶν 'Ελυμαὶ̈ς ἐν τη̨̃ Περσίδι πόλις ἔνδοξος πλούτω̨ ἀργυρίω̨ καὶ χρυσίω̨
καὶ τὸ ἱερὸν τὸ ἐν αὐτη̨̃ πλούσιον σφόδρα καὶ ἐκει̃ καλύμματα χρυσα̃ καὶ θώρακες καὶ ὅπλα ἃ κατέλιπεν ἐκει̃ 'Αλέξανδρος ὁ του̃ Φιλίππου ὁ βασιλεὺς ὁ Μακεδών ὃς ἐβασίλευσεν πρω̃τος ἐν τοι̃ς 'Έλλησι
καὶ ἠ̃λθεν καὶ ἐζήτει καταλαβέσθαι τὴν πόλιν καὶ προνομευ̃σαι αὐτήν καὶ οὐκ ἠδυνάσθη ὅτι ἐγνώσθη ὁ λόγος τοι̃ς ἐκ τη̃ς πόλεως
καὶ ἀντέστησαν αὐτω̨̃ εἰς πόλεμον καὶ ἔφυγεν καὶ ἀπη̃ρεν ἐκει̃θεν μετὰ λύπης μεγάλης ἀποστρέψαι εἰς Βαβυλω̃να
καὶ ἠ̃λθέν τις ἀπαγγέλλων αὐτω̨̃ εἰς τὴν Περσίδα ὅτι τετρόπωνται αἱ παρεμβολαὶ αἱ πορευθει̃σαι εἰς γη̃ν Ιουδα
καὶ ἐπορεύθη Λυσίας δυνάμει ἰσχυρα̨̃ ἐν πρώτοις καὶ ἐνετράπη ἀπὸ προσώπου αὐτω̃ν καὶ ἐπίσχυσαν ὅπλοις καὶ δυνάμει καὶ σκύλοις πολλοι̃ς οἱ̃ς ἔλαβον ἀπὸ τω̃ν παρεμβολω̃ν ὡ̃ν ἐξέκοψαν
καὶ καθει̃λον τὸ βδέλυγμα ὃ ὠ̨κοδόμησεν ἐπὶ τὸ θυσιαστήριον τὸ ἐν Ιερουσαλημ καὶ τὸ ἁγίασμα καθὼς τὸ πρότερον ἐκύκλωσαν τείχεσιν ὑψηλοι̃ς καὶ τὴν Βαιθσουραν πόλιν αὐτου̃
καὶ ἐγένετο ὡς ἤκουσεν ὁ βασιλεὺς τοὺς λόγους τούτους ἐθαμβήθη καὶ ἐσαλεύθη σφόδρα καὶ ἔπεσεν ἐπὶ τὴν κοίτην καὶ ἐνέπεσεν εἰς ἀρρωστίαν ἀπὸ τη̃ς λύπης ὅτι οὐκ ἐγένετο αὐτω̨̃ καθὼς ἐνεθυμει̃το
καὶ ἠ̃ν ἐκει̃ ἡμέρας πλείους ὅτι ἀνεκαινίσθη ἐπ' αὐτὸν λύπη μεγάλη καὶ ἐλογίσατο ὅτι ἀποθνή̨σκει
10 καὶ ἐκάλεσεν πάντας τοὺς φίλους αὐτου̃ καὶ εἰ̃πεν πρὸς αὐτούς ἀφίσταται ὁ ὕπνος ἀπὸ τω̃ν ὀφθαλμω̃ν μου καὶ συμπέπτωκα τη̨̃ καρδία̨ ἀπὸ τη̃ς μερίμνης
11 καὶ εἰ̃πα τη̨̃ καρδία̨ ἕως τίνος θλίψεως ἠ̃λθα καὶ κλύδωνος μεγάλου ἐν ὡ̨̃ νυ̃ν εἰμι ὅτι χρηστὸς καὶ ἀγαπώμενος ἤμην ἐν τη̨̃ ἐξουσία̨ μου
12 νυ̃ν δὲ μιμνή̨σκομαι τω̃ν κακω̃ν ὡ̃ν ἐποίησα ἐν Ιερουσαλημ καὶ ἔλαβον πάντα τὰ σκεύη τὰ ἀργυρα̃ καὶ τὰ χρυσα̃ τὰ ἐν αὐτη̨̃ καὶ ἐξαπέστειλα ἐξα̃ραι τοὺς κατοικου̃ντας Ιουδα διὰ κενη̃ς
13 ἔγνων ὅτι χάριν τούτων εὑ̃ρέν με τὰ κακὰ ταυ̃τα καὶ ἰδοὺ ἀπόλλυμαι λύπη̨ μεγάλη̨ ἐν γη̨̃ ἀλλοτρία̨
14 καὶ ἐκάλεσεν Φίλιππον ἕνα τω̃ν φίλων αὐτου̃ καὶ κατέστησεν αὐτὸν ἐπὶ πάσης τη̃ς βασιλείας αὐτου̃
15 καὶ ἔδωκεν αὐτω̨̃ τὸ διάδημα καὶ τὴν στολὴν αὐτου̃ καὶ τὸν δακτύλιον του̃ ἀγαγει̃ν 'Αντίοχον τὸν υἱὸν αὐτου̃ καὶ ἐκθρέψαι αὐτὸν του̃ βασιλεύειν
16 καὶ ἀπέθανεν ἐκει̃ 'Αντίοχος ὁ βασιλεὺς ἔτους ἐνάτου καὶ τεσσαρακοστου̃ καὶ ἑκατοστου̃
Для корректного отображения некириллических текстов желательно установить шрифты Lucida Sans Unicode (для текстов на греческом) и Hirmos (для текстов на церковнославянском). Если Ваш браузер поддерживает технологию CSS3, шрифты будут загружены автоматически.

Благодаря регистрации Вы можете подписаться на рассылку текстов любого из планов чтения Библии

Мы планируем постепенно развивать возможности самостоятельной настройки сайта и другие дополнительные сервисы для зарегистрированных пользователей, так что советуем регистрироваться уже сейчас (разумеется, бесплатно).