Библия-Центр
РУ
Вся Библия
Greek/Septuagint (gr)

ΔΑΝΙΗΛ, κεφαλίς 11

καὶ ἐγὼ ἐν ἔτει πρώτω̨ Κύρου ἔστην εἰς κράτος καὶ ἰσχύν
καὶ νυ̃ν ἀλήθειαν ἀναγγελω̃ σοι ἰδοὺ ἔτι τρει̃ς βασιλει̃ς ἀναστήσονται ἐν τη̨̃ Περσίδι καὶ ὁ τέταρτος πλουτήσει πλου̃τον μέγαν παρὰ πάντας καὶ μετὰ τὸ κρατη̃σαι αὐτὸν του̃ πλούτου αὐτου̃ ἐπαναστήσεται πάσαις βασιλείαις 'Ελλήνων
καὶ ἀναστήσεται βασιλεὺς δυνατὸς καὶ κυριεύσει κυριείας πολλη̃ς καὶ ποιήσει κατὰ τὸ θέλημα αὐτου̃
καὶ ὡς ἂν στη̨̃ ἡ βασιλεία αὐτου̃ συντριβήσεται καὶ διαιρεθήσεται εἰς τοὺς τέσσαρας ἀνέμους του̃ οὐρανου̃ καὶ οὐκ εἰς τὰ ἔσχατα αὐτου̃ οὐδὲ κατὰ τὴν κυριείαν αὐτου̃ ἣν ἐκυρίευσεν ὅτι ἐκτιλήσεται ἡ βασιλεία αὐτου̃ καὶ ἑτέροις ἐκτὸς τούτων
καὶ ἐνισχύσει ὁ βασιλεὺς του̃ νότου καὶ εἱ̃ς τω̃ν ἀρχόντων αὐτου̃ ἐνισχύσει ἐπ' αὐτὸν καὶ κυριεύσει κυριείαν πολλὴν ἐπ' ἐξουσίας αὐτου̃
καὶ μετὰ τὰ ἔτη αὐτου̃ συμμειγήσονται καὶ θυγάτηρ βασιλέως του̃ νότου εἰσελεύσεται πρὸς βασιλέα του̃ βορρα̃ του̃ ποιη̃σαι συνθήκας μετ' αὐτου̃ καὶ οὐ κρατήσει ἰσχύος βραχίονος καὶ οὐ στήσεται τὸ σπέρμα αὐτου̃ καὶ παραδοθήσεται αὐτὴ καὶ οἱ φέροντες αὐτὴν καὶ ἡ νεα̃νις καὶ ὁ κατισχύων αὐτὴν ἐν τοι̃ς καιροι̃ς
καὶ στήσεται ἐκ του̃ ἄνθους τη̃ς ῥίζης αὐτη̃ς τη̃ς ἑτοιμασίας αὐτου̃ καὶ ἥξει πρὸς τὴν δύναμιν καὶ εἰσελεύσεται εἰς τὰ ὑποστηρίγματα του̃ βασιλέως του̃ βορρα̃ καὶ ποιήσει ἐν αὐτοι̃ς καὶ κατισχύσει
καί γε τοὺς θεοὺς αὐτω̃ν μετὰ τω̃ν χωνευτω̃ν αὐτω̃ν πα̃ν σκευ̃ος ἐπιθυμητὸν αὐτω̃ν ἀργυρίου καὶ χρυσίου μετὰ αἰχμαλωσίας οἴσει εἰς Αἴγυπτον καὶ αὐτὸς στήσεται ὑπὲρ βασιλέα του̃ βορρα̃
καὶ εἰσελεύσεται εἰς τὴν βασιλείαν του̃ βασιλέως του̃ νότου καὶ ἀναστρέψει εἰς τὴν γη̃ν αὐτου̃
10 καὶ οἱ υἱοὶ αὐτου̃ συνάξουσιν ὄχλον δυνάμεων πολλω̃ν καὶ ἐλεύσεται ἐρχόμενος καὶ κατακλύζων καὶ παρελεύσεται καὶ καθίεται καὶ συμπροσπλακήσεται ἕως τη̃ς ἰσχύος αὐτου̃
11 καὶ ἀγριανθήσεται βασιλεὺς του̃ νότου καὶ ἐξελεύσεται καὶ πολεμήσει μετὰ βασιλέως του̃ βορρα̃ καὶ στήσει ὄχλον πολύν καὶ παραδοθήσεται ὁ ὄχλος ἐν χειρὶ αὐτου̃
12 καὶ λήμψεται τὸν ὄχλον καὶ ὑψωθήσεται ἡ καρδία αὐτου̃ καὶ καταβαλει̃ μυριάδας καὶ οὐ κατισχύσει
13 καὶ ἐπιστρέψει βασιλεὺς του̃ βορρα̃ καὶ ἄξει ὄχλον πολὺν ὑπὲρ τὸν πρότερον καὶ εἰς τὸ τέλος τω̃ν καιρω̃ν ἐνιαυτω̃ν ἐπελεύσεται εἰσόδια ἐν δυνάμει μεγάλη̨ καὶ ἐν ὑπάρξει πολλη̨̃
14 καὶ ἐν τοι̃ς καιροι̃ς ἐκείνοις πολλοὶ ἐπαναστήσονται ἐπὶ βασιλέα του̃ νότου καὶ οἱ υἱοὶ τω̃ν λοιμω̃ν του̃ λαου̃ σου ἐπαρθήσονται του̃ στη̃σαι ὅρασιν καὶ ἀσθενήσουσιν
15 καὶ εἰσελεύσεται βασιλεὺς του̃ βορρα̃ καὶ ἐκχεει̃ πρόσχωμα καὶ συλλήμψεται πόλεις ὀχυράς καὶ οἱ βραχίονες του̃ βασιλέως του̃ νότου οὐ στήσονται καὶ ἀναστήσονται οἱ ἐκλεκτοὶ αὐτου̃ καὶ οὐκ ἔσται ἰσχὺς του̃ στη̃ναι
16 καὶ ποιήσει ὁ εἰσπορευόμενος πρὸς αὐτὸν κατὰ τὸ θέλημα αὐτου̃ καὶ οὐκ ἔστιν ἑστὼς κατὰ πρόσωπον αὐτου̃ καὶ στήσεται ἐν γη̨̃ του̃ σαβι καὶ συντελεσθήσεται ἐν τη̨̃ χειρὶ αὐτου̃
17 καὶ τάξει τὸ πρόσωπον αὐτου̃ εἰσελθει̃ν ἐν ἰσχύι πάσης τη̃ς βασιλείας αὐτου̃ καὶ εὐθει̃α πάντα μετ' αὐτου̃ ποιήσει καὶ θυγατέρα τω̃ν γυναικω̃ν δώσει αὐτω̨̃ του̃ διαφθει̃ραι αὐτήν καὶ οὐ μὴ παραμείνη̨ καὶ οὐκ αὐτω̨̃ ἔσται
18 καὶ ἐπιστρέψει τὸ πρόσωπον αὐτου̃ εἰς τὰς νήσους καὶ συλλήμψεται πολλὰς καὶ καταπαύσει ἄρχοντας ὀνειδισμου̃ αὐτω̃ν πλὴν ὀνειδισμὸς αὐτου̃ ἐπιστρέψει αὐτω̨̃
19 καὶ ἐπιστρέψει τὸ πρόσωπον αὐτου̃ εἰς τὴν ἰσχὺν τη̃ς γη̃ς αὐτου̃ καὶ ἀσθενήσει καὶ πεσει̃ται καὶ οὐχ εὑρεθήσεται
20 καὶ ἀναστήσεται ἐκ τη̃ς ῥίζης αὐτου̃ φυτὸν βασιλείας ἐπὶ τὴν ἑτοιμασίαν αὐτου̃ παραβιβάζων πράσσων δόξαν βασιλείας καὶ ἐν ται̃ς ἡμέραις ἐκείναις συντριβήσεται καὶ οὐκ ἐν προσώποις οὐδὲ ἐν πολέμω̨
21 στήσεται ἐπὶ τὴν ἑτοιμασίαν αὐτου̃ ἐξουδενώθη καὶ οὐκ ἔδωκαν ἐπ' αὐτὸν δόξαν βασιλείας καὶ ἥξει ἐν εὐθηνία̨ καὶ κατισχύσει βασιλείας ἐν ὀλισθρήμασιν
22 καὶ βραχίονες του̃ κατακλύζοντος κατακλυσθήσονται ἀπὸ προσώπου αὐτου̃ καὶ συντριβήσονται καὶ ἡγούμενος διαθήκης
23 καὶ ἀπὸ τω̃ν συναναμείξεων πρὸς αὐτὸν ποιήσει δόλον καὶ ἀναβήσεται καὶ ὑπερισχύσει αὐτου̃ ἐν ὀλίγω̨ ἔθνει
24 καὶ ἐν εὐθηνία̨ καὶ ἐν πίοσιν χώραις ἥξει καὶ ποιήσει ἃ οὐκ ἐποίησαν οἱ πατέρες αὐτου̃ καὶ οἱ πατέρες τω̃ν πατέρων αὐτου̃ προνομὴν καὶ σκυ̃λα καὶ ὕπαρξιν αὐτοι̃ς διασκορπιει̃ καὶ ἐπ' Αἴγυπτον λογιει̃ται λογισμοὺς αὐτου̃ καὶ ἕως καιρου̃
25 καὶ ἐξεγερθήσεται ἡ ἰσχὺς αὐτου̃ καὶ ἡ καρδία αὐτου̃ ἐπὶ βασιλέα του̃ νότου ἐν δυνάμει μεγάλη̨ καὶ ὁ βασιλεὺς του̃ νότου συνάψει πόλεμον ἐν δυνάμει μεγάλη̨ καὶ ἰσχυρα̨̃ σφόδρα καὶ οὐ στήσεται ὅτι λογιου̃νται ἐπ' αὐτὸν λογισμούς
26 καὶ φάγονται τὰ δέοντα αὐτου̃ καὶ συντρίψουσιν αὐτόν καὶ δυνάμεις κατακλύσει καὶ πεσου̃νται τραυματίαι πολλοί
27 καὶ ἀμφότεροι οἱ βασιλει̃ς αἱ καρδίαι αὐτω̃ν εἰς πονηρίαν καὶ ἐπὶ τραπέζη̨ μια̨̃ ψευδη̃ λαλήσουσιν καὶ οὐ κατευθυνει̃ ὅτι ἔτι πέρας εἰς καιρόν
28 καὶ ἐπιστρέψει εἰς τὴν γη̃ν αὐτου̃ ἐν ὑπάρξει πολλη̨̃ καὶ ἡ καρδία αὐτου̃ ἐπὶ διαθήκην ἁγίαν καὶ ποιήσει καὶ ἐπιστρέψει εἰς τὴν γη̃ν αὐτου̃
29 εἰς τὸν καιρὸν ἐπιστρέψει καὶ ἥξει ἐν τω̨̃ νότω̨ καὶ οὐκ ἔσται ὡς ἡ πρώτη καὶ ὡς ἡ ἐσχάτη
30 καὶ εἰσελεύσονται ἐν αὐτω̨̃ οἱ ἐκπορευόμενοι Κίτιοι καὶ ταπεινωθήσεται καὶ ἐπιστρέψει καὶ θυμωθήσεται ἐπὶ διαθήκην ἁγίαν καὶ ποιήσει καὶ ἐπιστρέψει καὶ συνήσει ἐπὶ τοὺς καταλιπόντας διαθήκην ἁγίαν
31 καὶ σπέρματα ἐξ αὐτου̃ ἀναστήσονται καὶ βεβηλώσουσιν τὸ ἁγίασμα τη̃ς δυναστείας καὶ μεταστήσουσιν τὸν ἐνδελεχισμὸν καὶ δώσουσιν βδέλυγμα ἠφανισμένον
32 καὶ οἱ ἀνομου̃ντες διαθήκην ἐπάξουσιν ἐν ὀλισθρήμασιν καὶ λαὸς γινώσκοντες θεὸν αὐτου̃ κατισχύσουσιν καὶ ποιήσουσιν
33 καὶ οἱ συνετοὶ του̃ λαου̃ συνήσουσιν εἰς πολλά καὶ ἀσθενήσουσιν ἐν ῥομφαία̨ καὶ ἐν φλογὶ καὶ ἐν αἰχμαλωσία̨ καὶ ἐν διαρπαγη̨̃ ἡμερω̃ν
34 καὶ ἐν τω̨̃ ἀσθενη̃σαι αὐτοὺς βοηθηθήσονται βοήθειαν μικράν καὶ προστεθήσονται ἐπ' αὐτοὺς πολλοὶ ἐν ὀλισθρήμασιν
35 καὶ ἀπὸ τω̃ν συνιέντων ἀσθενήσουσιν του̃ πυρω̃σαι αὐτοὺς καὶ του̃ ἐκλέξασθαι καὶ του̃ ἀποκαλυφθη̃ναι ἕως καιρου̃ πέρας ὅτι ἔτι εἰς καιρόν
36 καὶ ποιήσει κατὰ τὸ θέλημα αὐτου̃ καὶ ὑψωθήσεται ὁ βασιλεὺς καὶ μεγαλυνθήσεται ἐπὶ πάντα θεὸν καὶ λαλήσει ὑπέρογκα καὶ κατευθυνει̃ μέχρις οὑ̃ συντελεσθη̨̃ ἡ ὀργή εἰς γὰρ συντέλειαν γίνεται
37 καὶ ἐπὶ πάντας θεοὺς τω̃ν πατέρων αὐτου̃ οὐ συνήσει καὶ ἐπὶ ἐπιθυμίαν γυναικω̃ν καὶ ἐπὶ πα̃ν θεὸν οὐ συνήσει ὅτι ἐπὶ πάντας μεγαλυνθήσεται
38 καὶ θεὸν μαωζιν ἐπὶ τόπου αὐτου̃ δοξάσει καὶ θεόν ὃν οὐκ ἔγνωσαν οἱ πατέρες αὐτου̃ δοξάσει ἐν χρυσω̨̃ καὶ ἀργύρω̨ καὶ λίθω̨ τιμίω̨ καὶ ἐν ἐπιθυμήμασιν
39 καὶ ποιήσει τοι̃ς ὀχυρώμασιν τω̃ν καταφυγω̃ν μετὰ θεου̃ ἀλλοτρίου καὶ πληθυνει̃ δόξαν καὶ ὑποτάξει αὐτοι̃ς πολλοὺς καὶ γη̃ν διελει̃ ἐν δώροις
40 καὶ ἐν καιρου̃ πέρατι συγκερατισθήσεται μετὰ του̃ βασιλέως του̃ νότου καὶ συναχθήσεται ἐπ' αὐτὸν βασιλεὺς του̃ βορρα̃ ἐν ἅρμασιν καὶ ἐν ἱππευ̃σιν καὶ ἐν ναυσὶν πολλαι̃ς καὶ εἰσελεύσεται εἰς τὴν γη̃ν καὶ συντρίψει καὶ παρελεύσεται
41 καὶ εἰσελεύσεται εἰς τὴν γη̃ν του̃ σαβι καὶ πολλοὶ ἀσθενήσουσιν καὶ οὑ̃τοι διασωθήσονται ἐκ χειρὸς αὐτου̃ Εδωμ καὶ Μωαβ καὶ ἀρχὴ υἱω̃ν Αμμων
42 καὶ ἐκτενει̃ τὴν χει̃ρα αὐτου̃ ἐπὶ τὴν γη̃ν καὶ γη̃ Αἰγύπτου οὐκ ἔσται εἰς σωτηρίαν
43 καὶ κυριεύσει ἐν τοι̃ς ἀποκρύφοις του̃ χρυσου̃ καὶ του̃ ἀργύρου καὶ ἐν πα̃σιν ἐπιθυμητοι̃ς Αἰγύπτου καὶ Λιβύων καὶ Αἰθιόπων ἐν τοι̃ς ὀχυρώμασιν αὐτω̃ν
44 καὶ ἀκοαὶ καὶ σπουδαὶ ταράξουσιν αὐτὸν ἐξ ἀνατολω̃ν καὶ ἀπὸ βορρα̃ καὶ ἥξει ἐν θυμω̨̃ πολλω̨̃ του̃ ἀφανίσαι καὶ του̃ ἀναθεματίσαι πολλούς
45 καὶ πήξει τὴν σκηνὴν αὐτου̃ εφαδανω ἀνὰ μέσον τω̃ν θαλασσω̃ν εἰς ὄρος σαβι ἅγιον καὶ ἥξει ἕως μέρους αὐτου̃ καὶ οὐκ ἔστιν ὁ ῥυόμενος αὐτόν
Читать далее:ΔΑΝΙΗΛ, κεφαλίς 12
Для корректного отображения некириллических текстов желательно установить шрифты Lucida Sans Unicode (для текстов на греческом) и Hirmos (для текстов на церковнославянском). Если Ваш браузер поддерживает технологию CSS3, шрифты будут загружены автоматически.

Благодаря регистрации Вы можете подписаться на рассылку текстов любого из планов чтения Библии

Мы планируем постепенно развивать возможности самостоятельной настройки сайта и другие дополнительные сервисы для зарегистрированных пользователей, так что советуем регистрироваться уже сейчас (разумеется, бесплатно).