Библия-Центр
РУ
Вся Библия
Greek/Septuagint (gr)

ΑΓΓΑΙΟΣ, κεφαλίς 1

ἐν τω̨̃ δευτέρω̨ ἔτει ἐπὶ Δαρείου του̃ βασιλέως ἐν τω̨̃ μηνὶ τω̨̃ ἕκτω̨ μια̨̃ του̃ μηνὸς ἐγένετο λόγος κύριου ἐν χειρὶ Αγγαιου του̃ προφήτου λέγων εἰπὸν δὴ πρὸς Ζοροβαβελ τὸν του̃ Σαλαθιηλ ἐκ φυλη̃ς Ιουδα καὶ πρὸς 'Ιησου̃ν τὸν του̃ Ιωσεδεκ τὸν ἱερέα τὸν μέγαν λέγων
τάδε λέγει κύριος παντοκράτωρ λέγων ὁ λαὸς οὑ̃τος λέγουσιν οὐχ ἥκει ὁ καιρὸς του̃ οἰκοδομη̃σαι τὸν οἰ̃κον κυρίου
καὶ ἐγένετο λόγος κυρίου ἐν χειρὶ Αγγαιου του̃ προφήτου λέγων
εἰ καιρὸς ὑμι̃ν μέν ἐστιν του̃ οἰκει̃ν ἐν οἴκοις ὑμω̃ν κοιλοστάθμοις ὁ δὲ οἰ̃κος οὑ̃τος ἐξηρήμωται
καὶ νυ̃ν τάδε λέγει κύριος παντοκράτωρ τάξατε δὴ τὰς καρδίας ὑμω̃ν εἰς τὰς ὁδοὺς ὑμω̃ν
ἐσπείρατε πολλὰ καὶ εἰσηνέγκατε ὀλίγα ἐφάγετε καὶ οὐκ εἰς πλησμονήν ἐπίετε καὶ οὐκ εἰς μέθην περιεβάλεσθε καὶ οὐκ ἐθερμάνθητε ἐν αὐτοι̃ς καὶ ὁ τοὺς μισθοὺς συνάγων συνήγαγεν εἰς δεσμὸν τετρυπημένον
τάδε λέγει κύριος παντοκράτωρ θέσθε τὰς καρδίας ὑμω̃ν εἰς τὰς ὁδοὺς ὑμω̃ν
ἀνάβητε ἐπὶ τὸ ὄρος καὶ κόψατε ξύλα καὶ οἰκοδομήσατε τὸν οἰ̃κον καὶ εὐδοκήσω ἐν αὐτω̨̃ καὶ ἐνδοξασθήσομαι εἰ̃πεν κύριος
ἐπεβλέψατε εἰς πολλά καὶ ἐγένετο ὀλίγα καὶ εἰσηνέχθη εἰς τὸν οἰ̃κον καὶ ἐξεφύσησα αὐτά διὰ του̃το τάδε λέγει κύριος παντοκράτωρ ἀνθ' ὡ̃ν ὁ οἰ̃κός μού ἐστιν ἔρημος ὑμει̃ς δὲ διώκετε ἕκαστος εἰς τὸν οἰ̃κον αὐτου̃
10 διὰ του̃το ἀνέξει ὁ οὐρανὸς ἀπὸ δρόσου καὶ ἡ γη̃ ὑποστελει̃ται τὰ ἐκφόρια αὐτη̃ς
11 καὶ ἐπάξω ῥομφαίαν ἐπὶ τὴν γη̃ν καὶ ἐπὶ τὰ ὄρη καὶ ἐπὶ τὸν σι̃τον καὶ ἐπὶ τὸν οἰ̃νον καὶ ἐπὶ τὸ ἔλαιον καὶ ὅσα ἐκφέρει ἡ γη̃ καὶ ἐπὶ τοὺς ἀνθρώπους καὶ ἐπὶ τὰ κτήνη καὶ ἐπὶ πάντας τοὺς πόνους τω̃ν χειρω̃ν αὐτω̃ν
12 καὶ ἤκουσεν Ζοροβαβελ ὁ του̃ Σαλαθιηλ ἐκ φυλη̃ς Ιουδα καὶ 'Ιησου̃ς ὁ του̃ Ιωσεδεκ ὁ ἱερεὺς ὁ μέγας καὶ πάντες οἱ κατάλοιποι του̃ λαου̃ τη̃ς φωνη̃ς κυρίου του̃ θεου̃ αὐτω̃ν καὶ τω̃ν λόγων Αγγαιου του̃ προφήτου καθότι ἐξαπέστειλεν αὐτὸν κύριος ὁ θεὸς αὐτω̃ν πρὸς αὐτούς καὶ ἐφοβήθη ὁ λαὸς ἀπὸ προσώπου κυρίου
13 καὶ εἰ̃πεν Αγγαιος ὁ ἄγγελος κυρίου τω̨̃ λαω̨̃ ἐγώ εἰμι μεθ' ὑμω̃ν λέγει κύριος
14 καὶ ἐξήγειρεν κύριος τὸ πνευ̃μα Ζοροβαβελ του̃ Σαλαθιηλ ἐκ φυλη̃ς Ιουδα καὶ τὸ πνευ̃μα 'Ιησου̃ του̃ Ιωσεδεκ του̃ ἱερέως του̃ μεγάλου καὶ τὸ πνευ̃μα τω̃ν καταλοίπων παντὸς του̃ λαου̃ καὶ εἰση̃λθον καὶ ἐποίουν ἔργα ἐν τω̨̃ οἴκω̨ κυρίου παντοκράτορος θεου̃ αὐτω̃ν
15 τη̨̃ τετράδι καὶ εἰκάδι του̃ μηνὸς του̃ ἕκτου τω̨̃ δευτέρω̨ ἔτει ἐπὶ Δαρείου του̃ βασιλέως
Читать далее:ΑΓΓΑΙΟΣ, κεφαλίς 2
Для корректного отображения некириллических текстов желательно установить шрифты Lucida Sans Unicode (для текстов на греческом) и Hirmos (для текстов на церковнославянском). Если Ваш браузер поддерживает технологию CSS3, шрифты будут загружены автоматически.

Благодаря регистрации Вы можете подписаться на рассылку текстов любого из планов чтения Библии

Мы планируем постепенно развивать возможности самостоятельной настройки сайта и другие дополнительные сервисы для зарегистрированных пользователей, так что советуем регистрироваться уже сейчас (разумеется, бесплатно).