1 ’Ιούδας ’Ιησου̃ Χριστου̃ δου̃λος ἀδελφòς δὲ ’Ιακώβου τοι̃ς ἐν θεω̨̃ πατρὶ ἠγαπημένοις καὶ ’Ιησου̃ Χριστω̨̃ τετηρημένοις κλητοι̃ς |
2 ἔλεος ὑμι̃ν καὶ εἰρήνη καὶ ἀγάπη πληθυνθείη |
3 ἀγαπητοί πα̃σαν σπουδὴν ποιούμενος γράφειν ὑμι̃ν περὶ τη̃ς κοινη̃ς ἡμω̃ν σωτηρίας ἀνάγκην ἔσχον γράψαι ὑμι̃ν παρακαλω̃ν ἐπαγωνίζεσθαι τη̨̃ ἅπαξ παραδοθείση̨ τοι̃ς ἁγίοις πίστει |
4 παρεισέδυσαν γάρ τινες ἄνθρωποι οἱ πάλαι προγεγραμμένοι εἰς του̃το τò κρίμα ἀσεβει̃ς τὴν του̃ θεου̃ ἡμω̃ν χάριτα μετατιθέντες εἰς ἀσέλγειαν καὶ τòν μόνον δεσπότην καὶ κύριον ἡμω̃ν ’Ιησου̃ν Χριστòν ἀρνούμενοι |
5 ὑπομνη̃σαι δὲ ὑμα̃ς βούλομαι εἰδότας ὑμα̃ς πάντα ὅτι ὁ κύριος ἅπαξ λαòν ἐκ γη̃ς Αἰγύπτου σώσας τò δεύτερον τοὺς μὴ πιστεύσαντας ἀπώλεσεν |
6 ἀγγέλους τε τοὺς μὴ τηρήσαντας τὴν ἑαυτω̃ν ἀρχὴν ἀλλὰ ἀπολιπόντας τò ἴδιον οἰκητήριον εἰς κρίσιν μεγάλης ἡμέρας δεσμοι̃ς ἀϊδίοις ὑπò ζόφον τετήρηκεν |
7 ὡς Σόδομα καὶ Γόμορρα καὶ αἱ περὶ αὐτὰς πόλεις τòν ὅμοιον τρόπον τούτοις ἐκπορνεύσασαι καὶ ἀπελθου̃σαι ὀπίσω σαρκòς ἑτέρας πρόκεινται δει̃γμα πυρòς αἰωνίου δίκην ὑπέχουσαι |
8 ὁμοίως μέντοι καὶ οὑ̃τοι ἐνυπνιαζόμενοι σάρκα μὲν μιαίνουσιν κυριότητα δὲ ἀθετου̃σιν δόξας δὲ βλασφημου̃σιν |
9 ὁ δὲ Μιχαὴλ ὁ ἀρχάγγελος ὅτε τω̨̃ διαβόλω̨ διακρινόμενος διελέγετο περὶ του̃ Μωϋσέως σώματος οὐκ ἐτόλμησεν κρίσιν ἐπενεγκει̃ν βλασφημίας ἀλλὰ εἰ̃πεν ἐπιτιμήσαι σοι κύριος |
10 οὑ̃τοι δὲ ὅσα μὲν οὐκ οἴδασιν βλασφημου̃σιν ὅσα δὲ φυσικω̃ς ὡς τὰ ἄλογα ζω̨̃α ἐπίστανται ἐν τούτοις φθείρονται |
11 οὐαὶ αὐτοι̃ς ὅτι τη̨̃ ὁδω̨̃ του̃ Κάϊν ἐπορεύθησαν καὶ τη̨̃ πλάνη̨ του̃ Βαλαὰμ μισθου̃ ἐξεχύθησαν καὶ τη̨̃ ἀντιλογία̨ του̃ Κόρε ἀπώλοντο |
12 οὑ̃τοί εἰσιν οἱ ἐν ται̃ς ἀγάπαις ὑμω̃ν σπιλάδες συνευωχούμενοι ἀφόβως ἑαυτοὺς ποιμαίνοντες νεφέλαι ἄνυδροι ὑπò ἀνέμων παραφερόμεναι δένδρα φθινοπωρινὰ ἄκαρπα δὶς ἀποθανόντα ἐκριζωθέντα |
13 κύματα ἄγρια θαλάσσης ἐπαφρίζοντα τὰς ἑαυτω̃ν αἰσχύνας ἀστέρες πλανη̃ται οἱ̃ς ὁ ζόφος του̃ σκότους εἰς αἰω̃να τετήρηται |
14 προεφήτευσεν δὲ καὶ τούτοις ἕβδομος ἀπò ’Αδὰμ ‘Ενὼχ λέγων ἰδοὺ ἠ̃λθεν κύριος ἐν ἁγίαις μυριάσιν αὐτου̃ |
15 ποιη̃σαι κρίσιν κατὰ πάντων καὶ ἐλέγξαι πα̃σαν ψυχὴν περὶ πάντων τω̃ν ἔργων ἀσεβείας αὐτω̃ν ὡ̃ν ἠσέβησαν καὶ περὶ πάντων τω̃ν σκληρω̃ν ὡ̃ν ἐλάλησαν κατ' αὐτου̃ ἁμαρτωλοὶ ἀσεβει̃ς |
16 οὑ̃τοί εἰσιν γογγυσταί μεμψίμοιροι κατὰ τὰς ἐπιθυμίας ἑαυτω̃ν πορευόμενοι καὶ τò στόμα αὐτω̃ν λαλει̃ ὑπέρογκα θαυμάζοντες πρόσωπα ὠφελείας χάριν |
17 ὑμει̃ς δέ ἀγαπητοί μνήσθητε τω̃ν ῥημάτων τω̃ν προειρημένων ὑπò τω̃ν ἀποστόλων του̃ κυρίου ἡμω̃ν ’Ιησου̃ Χριστου̃ |
18 ὅτι ἔλεγον ὑμι̃ν ὅτι ἐπ' ἐσχάτου του̃ χρόνου ἔσονται ἐμπαι̃κται κατὰ τὰς ἑαυτω̃ν ἐπιθυμίας πορευόμενοι τω̃ν ἀσεβειω̃ν |
19 οὑ̃τοί εἰσιν οἱ ἀποδιορίζοντες ψυχικοί πνευ̃μα μὴ ἔχοντες |
20 ὑμει̃ς δέ ἀγαπητοί ἐποικοδομου̃ντες ἑαυτοὺς τη̨̃ ἁγιωτάτη̨ ὑμω̃ν πίστει ἐν πνεύματι ἁγίω̨ προσευχόμενοι |
21 ἑαυτοὺς ἐν ἀγάπη̨ θεου̃ τηρήσατε προσδεχόμενοι τò ἔλεος του̃ κυρίου ἡμω̃ν ’Ιησου̃ Χριστου̃ εἰς ζωὴν αἰώνιον |
22 καὶ οὓς μὲν ἐλεα̃τε διακρινομένους |
23 οὓς δὲ σώ̨ζετε ἐκ πυρòς ἁρπάζοντες οὓς δὲ ἐλεα̃τε ἐν φόβω̨ μισου̃ντες καὶ τòν ἀπò τη̃ς σαρκòς ἐσπιλωμένον χιτω̃να |
24 τω̨̃ δὲ δυναμένω̨ φυλάξαι ὑμα̃ς ἀπταίστους καὶ στη̃σαι κατενώπιον τη̃ς δόξης αὐτου̃ ἀμώμους ἐν ἀγαλλιάσει |
25 μόνω̨ θεω̨̃ σωτη̃ρι ἡμω̃ν διὰ ’Ιησου̃ Χριστου̃ του̃ κυρίου ἡμω̃ν δόξα μεγαλωσύνη κράτος καὶ ἐξουσία πρò παντòς του̃ αἰω̃νος καὶ νυ̃ν καὶ εἰς πάντας τοὺς αἰω̃νας ἀμήν |