Библия-Центр
РУ
Вся Библия
Greek/Septuagint (gr)

ΣΟΦΊΑ SEIRAC, κεφαλίς 9

μὴ ζήλου γυναι̃κα του̃ κόλπου σου μηδὲ διδάξη̨ς ἐπὶ σεαυτὸν παιδείαν πονηράν
μὴ δω̨̃ς γυναικὶ τὴν ψυχήν σου ἐπιβη̃ναι αὐτὴν ἐπὶ τὴν ἰσχύν σου
μὴ ὑπάντα γυναικὶ ἑταιριζομένη̨ μήποτε ἐμπέση̨ς εἰς τὰς παγίδας αὐτη̃ς
μετὰ ψαλλούσης μὴ ἐνδελέχιζε μήποτε ἁλω̨̃ς ἐν τοι̃ς ἐπιχειρήμασιν αὐτη̃ς
παρθένον μὴ καταμάνθανε μήποτε σκανδαλισθη̨̃ς ἐν τοι̃ς ἐπιτιμίοις αὐτη̃ς
μὴ δω̨̃ς πόρναις τὴν ψυχήν σου ἵνα μὴ ἀπολέση̨ς τὴν κληρονομίαν σου
μὴ περιβλέπου ἐν ῥύμαις πόλεως καὶ ἐν ται̃ς ἐρήμοις αὐτη̃ς μὴ πλανω̃
ἀπόστρεψον ὀφθαλμὸν ἀπὸ γυναικὸς εὐμόρφου καὶ μὴ καταμάνθανε κάλλος ἀλλότριον ἐν κάλλει γυναικὸς πολλοὶ ἐπλανήθησαν καὶ ἐκ τούτου φιλία ὡς πυ̃ρ ἀνακαίεται
μετὰ ὑπάνδρου γυναικὸς μὴ κάθου τὸ σύνολον καὶ μὴ συμβολοκοπήση̨ς μετ' αὐτη̃ς ἐν οἴνω̨ μήποτε ἐκκλίνη̨ ἡ ψυχή σου ἐπ' αὐτὴν καὶ τω̨̃ πνεύματί σου ὀλίσθη̨ς εἰς ἀπώλειαν
10 μὴ ἐγκαταλίπη̨ς φίλον ἀρχαι̃ον ὁ γὰρ πρόσφατος οὐκ ἔστιν ἔφισος αὐτω̨̃ οἰ̃νος νέος φίλος νέος ἐὰν παλαιωθη̨̃ μετ' εὐφροσύνης πίεσαι αὐτόν
11 μὴ ζηλώση̨ς δόξαν ἁμαρτωλου̃ οὐ γὰρ οἰ̃δας τί ἔσται ἡ καταστροφὴ αὐτου̃
12 μὴ εὐδοκήση̨ς ἐν εὐδοκία̨ ἀσεβω̃ν μνήσθητι ὅτι ἕως ἅ̨δου οὐ μὴ δικαιωθω̃σιν
13 μακρὰν ἄπεχε ἀπὸ ἀνθρώπου ὃς ἔχει ἐξουσίαν του̃ φονεύειν καὶ οὐ μὴ ὑποπτεύση̨ς φόβον θανάτου κἂν προσέλθη̨ς μὴ πλημμελήση̨ς ἵνα μὴ ἀφέληται τὴν ζωήν σου ἐπίγνωθι ὅτι ἐν μέσω̨ παγίδων διαβαίνεις καὶ ἐπὶ ἐπάλξεων πόλεως περιπατει̃ς
14 κατὰ τὴν ἰσχύν σου στόχασαι τοὺς πλησίον καὶ μετὰ σοφω̃ν συμβουλεύου
15 μετὰ συνετω̃ν ἔστω ὁ διαλογισμός σου καὶ πα̃σα διήγησίς σου ἐν νόμω̨ ὑψίστου
16 ἄνδρες δίκαιοι ἔστωσαν σύνδειπνοί σου καὶ ἐν φόβω̨ κυρίου ἔστω τὸ καύχημά σου
17 ἐν χειρὶ τεχνιτω̃ν ἔργον ἐπαινεσθήσεται καὶ ὁ ἡγούμενος λαου̃ σοφὸς ἐν λόγω̨ αὐτου̃
18 φοβερὸς ἐν πόλει αὐτου̃ ἀνὴρ γλωσσώδης καὶ ὁ προπετὴς ἐν λόγω̨ αὐτου̃ μισηθήσεται
Читать далее:ΣΟΦΊΑ SEIRAC, κεφαλίς 10
Для корректного отображения некириллических текстов желательно установить шрифты Lucida Sans Unicode (для текстов на греческом) и Hirmos (для текстов на церковнославянском). Если Ваш браузер поддерживает технологию CSS3, шрифты будут загружены автоматически.

Благодаря регистрации Вы можете подписаться на рассылку текстов любого из планов чтения Библии

Мы планируем постепенно развивать возможности самостоятельной настройки сайта и другие дополнительные сервисы для зарегистрированных пользователей, так что советуем регистрироваться уже сейчас (разумеется, бесплатно).