ΑΣΜΑ,
κεφαλίς 6
1 που̃ ἀπη̃λθεν ὁ ἀδελφιδός σου ἡ καλὴ ἐν γυναιξίν που̃ ἀπέβλεψεν ὁ ἀδελφιδός σου καὶ ζητήσομεν αὐτὸν μετὰ σου̃ |
2 ἀδελφιδός μου κατέβη εἰς κη̃πον αὐτου̃ εἰς φιάλας του̃ ἀρώματος ποιμαίνειν ἐν κήποις καὶ συλλέγειν κρίνα |
3 ἐγὼ τω̨̃ ἀδελφιδω̨̃ μου καὶ ἀδελφιδός μου ἐμοὶ ὁ ποιμαίνων ἐν τοι̃ς κρίνοις |
4 καλὴ εἰ̃ ἡ πλησίον μου ὡς εὐδοκία ὡραία ὡς Ιερουσαλημ θάμβος ὡς τεταγμέναι |
5 ἀπόστρεψον ὀφθαλμούς σου ἀπεναντίον μου ὅτι αὐτοὶ ἀνεπτέρωσάν με τρίχωμά σου ὡς ἀγέλαι τω̃ν αἰγω̃ν αἳ ἀνεφάνησαν ἀπὸ του̃ Γαλααδ |
6 ὀδόντες σου ὡς ἀγέλαι τω̃ν κεκαρμένων αἳ ἀνέβησαν ἀπὸ του̃ λουτρου̃ αἱ πα̃σαι διδυμεύουσαι καὶ ἀτεκνου̃σα οὐκ ἔστιν ἐν αὐται̃ς |
7 ὡς σπαρτίον τὸ κόκκινον χείλη σου καὶ ἡ λαλιά σου ὡραία ὡς λέπυρον τη̃ς ῥόας μη̃λόν σου ἐκτὸς τη̃ς σιωπήσεώς σου |
8 ἑξήκοντά εἰσιν βασίλισσαι καὶ ὀγδοήκοντα παλλακαί καὶ νεάνιδες ὡ̃ν οὐκ ἔστιν ἀριθμός |
9 μία ἐστὶν περιστερά μου τελεία μου μία ἐστὶν τη̨̃ μητρὶ αὐτη̃ς ἐκλεκτή ἐστιν τη̨̃ τεκούση̨ αὐτη̃ς εἴδοσαν αὐτὴν θυγατέρες καὶ μακαριου̃σιν αὐτήν βασίλισσαι καὶ παλλακαὶ καὶ αἰνέσουσιν αὐτήν |
10 τίς αὕτη ἡ ἐκκύπτουσα ὡσεὶ ὄρθρος καλὴ ὡς σελήνη ἐκλεκτὴ ὡς ὁ ἥλιος θάμβος ὡς τεταγμέναι |
11 εἰς κη̃πον καρύας κατέβην ἰδει̃ν ἐν γενήμασιν του̃ χειμάρρου ἰδει̃ν εἰ ἤνθησεν ἡ ἄμπελος ἐξήνθησαν αἱ ῥόαι ἐκει̃ δώσω τοὺς μαστούς μου σοί |
12 οὐκ ἔγνω ἡ ψυχή μου ἔθετό με ἅρματα Αμιναδαβ |
Для корректного отображения некириллических текстов желательно установить шрифты
Lucida Sans Unicode (для текстов на греческом) и
Hirmos (для текстов на церковнославянском). Если Ваш браузер поддерживает технологию CSS3, шрифты будут загружены автоматически.