Bible-Center
Whole Bible
Septuagint (gr)
Share

ΗΣΑΙΑΣ, κεφαλίς 65

ἐμφανὴς ἐγενόμην τοι̃ς ἐμὲ μὴ ζητου̃σιν εὑρέθην τοι̃ς ἐμὲ μὴ ἐπερωτω̃σιν εἰ̃πα ἰδού εἰμι τω̨̃ ἔθνει οἳ οὐκ ἐκάλεσάν μου τὸ ὄνομα
ἐξεπέτασα τὰς χει̃ράς μου ὅλην τὴν ἡμέραν πρὸς λαὸν ἀπειθου̃ντα καὶ ἀντιλέγοντα οἳ οὐκ ἐπορεύθησαν ὁδω̨̃ ἀληθινη̨̃ ἀλλ' ὀπίσω τω̃ν ἁμαρτιω̃ν αὐτω̃ν
ὁ λαὸς οὑ̃τος ὁ παροξύνων με ἐναντίον ἐμου̃ διὰ παντός αὐτοὶ θυσιάζουσιν ἐν τοι̃ς κήποις καὶ θυμιω̃σιν ἐπὶ ται̃ς πλίνθοις τοι̃ς δαιμονίοις ἃ οὐκ ἔστιν
καὶ ἐν τοι̃ς μνήμασιν καὶ ἐν τοι̃ς σπηλαίοις κοιμω̃νται δι' ἐνύπνια οἱ ἔσθοντες κρέα ὕεια καὶ ζωμὸν θυσιω̃ν μεμολυμμένα πάντα τὰ σκεύη αὐτω̃ν
οἱ λέγοντες πόρρω ἀπ' ἐμου̃ μὴ ἐγγίση̨ς μου ὅτι καθαρός εἰμι οὑ̃τος καπνὸς του̃ θυμου̃ μου πυ̃ρ καίεται ἐν αὐτω̨̃ πάσας τὰς ἡμέρας
ἰδοὺ γέγραπται ἐνώπιόν μου οὐ σιωπήσω ἕως ἂν ἀποδω̃ εἰς τὸν κόλπον αὐτω̃ν
τὰς ἁμαρτίας αὐτω̃ν καὶ τω̃ν πατέρων αὐτω̃ν λέγει κύριος οἳ ἐθυμίασαν ἐπὶ τω̃ν ὀρέων καὶ ἐπὶ τω̃ν βουνω̃ν ὠνείδισάν με ἀποδώσω τὰ ἔργα αὐτω̃ν εἰς τὸν κόλπον αὐτω̃ν
οὕτως λέγει κύριος ὃν τρόπον εὑρεθήσεται ὁ ῥὼξ ἐν τω̨̃ βότρυι καὶ ἐρου̃σιν μὴ λυμήνη̨ αὐτὸν ὅτι εὐλογία κυρίου ἐστὶν ἐν αὐτω̨̃ οὕτως ποιήσω ἕνεκεν του̃ δουλεύοντός μοι τούτου ἕνεκεν οὐ μὴ ἀπολέσω πάντας
καὶ ἐξάξω τὸ ἐξ Ιακωβ σπέρμα καὶ τὸ ἐξ Ιουδα καὶ κληρονομήσει τὸ ὄρος τὸ ἅγιόν μου καὶ κληρονομήσουσιν οἱ ἐκλεκτοί μου καὶ οἱ δου̃λοί μου καὶ κατοικήσουσιν ἐκει̃
10 καὶ ἔσονται ἐν τω̨̃ δρυμω̨̃ ἐπαύλεις ποιμνίων καὶ φάραγξ Αχωρ εἰς ἀνάπαυσιν βουκολίων τω̨̃ λαω̨̃ μου οἳ ἐζήτησάν με
11 ὑμει̃ς δὲ οἱ ἐγκαταλιπόντες με καὶ ἐπιλανθανόμενοι τὸ ὄρος τὸ ἅγιόν μου καὶ ἑτοιμάζοντες τω̨̃ δαίμονι τράπεζαν καὶ πληρου̃ντες τη̨̃ τύχη̨ κέρασμα
12 ἐγὼ παραδώσω ὑμα̃ς εἰς μάχαιραν πάντες ἐν σφαγη̨̃ πεσει̃σθε ὅτι ἐκάλεσα ὑμα̃ς καὶ οὐχ ὑπηκούσατε ἐλάλησα καὶ παρηκούσατε καὶ ἐποιήσατε τὸ πονηρὸν ἐναντίον ἐμου̃ καὶ ἃ οὐκ ἐβουλόμην ἐξελέξασθε
13 διὰ του̃το τάδε λέγει κύριος ἰδοὺ οἱ δουλεύοντές μοι φάγονται ὑμει̃ς δὲ πεινάσετε ἰδοὺ οἱ δουλεύοντές μοι πίονται ὑμει̃ς δὲ διψήσετε ἰδοὺ οἱ δουλεύοντές μοι εὐφρανθήσονται ὑμει̃ς δὲ αἰσχυνθήσεσθε
14 ἰδοὺ οἱ δουλεύοντές μοι ἀγαλλιάσονται ἐν εὐφροσύνη̨ ὑμει̃ς δὲ κεκράξεσθε διὰ τὸν πόνον τη̃ς καρδίας ὑμω̃ν καὶ ἀπὸ συντριβη̃ς πνεύματος ὀλολύξετε
15 καταλείψετε γὰρ τὸ ὄνομα ὑμω̃ν εἰς πλησμονὴν τοι̃ς ἐκλεκτοι̃ς μου ὑμα̃ς δὲ ἀνελει̃ κύριος τοι̃ς δὲ δουλεύουσιν αὐτω̨̃ κληθήσεται ὄνομα καινόν
16 ὃ εὐλογηθήσεται ἐπὶ τη̃ς γη̃ς εὐλογήσουσιν γὰρ τὸν θεὸν τὸν ἀληθινόν καὶ οἱ ὀμνύοντες ἐπὶ τη̃ς γη̃ς ὀμου̃νται τὸν θεὸν τὸν ἀληθινόν ἐπιλήσονται γὰρ τὴν θλι̃ψιν αὐτω̃ν τὴν πρώτην καὶ οὐκ ἀναβήσεται αὐτω̃ν ἐπὶ τὴν καρδίαν
17 ἔσται γὰρ ὁ οὐρανὸς καινὸς καὶ ἡ γη̃ καινή καὶ οὐ μὴ μνησθω̃σιν τω̃ν προτέρων οὐδ' οὐ μὴ ἐπέλθη̨ αὐτω̃ν ἐπὶ τὴν καρδίαν
18 ἀλλ' εὐφροσύνην καὶ ἀγαλλίαμα εὑρήσουσιν ἐν αὐτη̨̃ ὅτι ἰδοὺ ἐγὼ ποιω̃ Ιερουσαλημ ἀγαλλίαμα καὶ τὸν λαόν μου εὐφροσύνην
19 καὶ ἀγαλλιάσομαι ἐπὶ Ιερουσαλημ καὶ εὐφρανθήσομαι ἐπὶ τω̨̃ λαω̨̃ μου καὶ οὐκέτι μὴ ἀκουσθη̨̃ ἐν αὐτη̨̃ φωνὴ κλαυθμου̃ οὐδὲ φωνὴ κραυγη̃ς
20 καὶ οὐ μὴ γένηται ἐκει̃ ἄωρος καὶ πρεσβύτης ὃς οὐκ ἐμπλήσει τὸν χρόνον αὐτου̃ ἔσται γὰρ ὁ νέος ἑκατὸν ἐτω̃ν ὁ δὲ ἀποθνή̨σκων ἁμαρτωλὸς ἑκατὸν ἐτω̃ν καὶ ἐπικατάρατος ἔσται
21 καὶ οἰκοδομήσουσιν οἰκίας καὶ αὐτοὶ ἐνοικήσουσιν καὶ καταφυτεύσουσιν ἀμπελω̃νας καὶ αὐτοὶ φάγονται τὰ γενήματα αὐτω̃ν
22 καὶ οὐ μὴ οἰκοδομήσουσιν καὶ ἄλλοι ἐνοικήσουσιν καὶ οὐ μὴ φυτεύσουσιν καὶ ἄλλοι φάγονται κατὰ γὰρ τὰς ἡμέρας του̃ ξύλου τη̃ς ζωη̃ς ἔσονται αἱ ἡμέραι του̃ λαου̃ μου τὰ ἔργα τω̃ν πόνων αὐτω̃ν παλαιώσουσιν
23 οἱ δὲ ἐκλεκτοί μου οὐ κοπιάσουσιν εἰς κενὸν οὐδὲ τεκνοποιήσουσιν εἰς κατάραν ὅτι σπέρμα ηὐλογημένον ὑπὸ θεου̃ ἐστιν καὶ τὰ ἔκγονα αὐτω̃ν μετ' αὐτω̃ν ἔσονται
24 καὶ ἔσται πρὶν κεκράξαι αὐτοὺς ἐγὼ ἐπακούσομαι αὐτω̃ν ἔτι λαλούντων αὐτω̃ν ἐρω̃ τί ἐστιν
25 τότε λύκοι καὶ ἄρνες βοσκηθήσονται ἅμα καὶ λέων ὡς βου̃ς φάγεται ἄχυρα ὄφις δὲ γη̃ν ὡς ἄρτον οὐκ ἀδικήσουσιν οὐδὲ μὴ λυμανου̃νται ἐπὶ τω̨̃ ὄρει τω̨̃ ἁγίω̨ μου λέγει κύριος
To view greek and slavonic text correctly you need to install Lucida Sans Unicode and Hirmos fonts. If your browser supports latest CSS3 standard, fonts will be auto-loaded, there's no need to install them.

Once registered, you can subscribe for any reading plans of the Bible.

Possibilities of personalized settings and other services for the already registered users are in the pipeline, therefore we advise you to register now (for free, of course).