1 καὶ ἐγένετο ὅτε ἐτέλεσεν ὁ ’Ιησου̃ς πάντας τοὺς λόγους τούτους εἰ̃πεν τοι̃ς μαθηται̃ς αὐτου̃ |
2 οἴδατε ὅτι μετὰ δύο ἡμέρας τò πάσχα γίνεται καὶ ὁ υἱòς του̃ ἀνθρώπου παραδίδοται εἰς τò σταυρωθη̃ναι |
3 τότε συνήχθησαν οἱ ἀρχιερει̃ς καὶ οἱ πρεσβύτεροι του̃ λαου̃ εἰς τὴν αὐλὴν του̃ ἀρχιερέως του̃ λεγομένου καϊάφα |
4 καὶ συνεβουλεύσαντο ἵνα τòν ’Ιησου̃ν δόλω̨ κρατήσωσιν καὶ ἀποκτείνωσιν |
5 ἔλεγον δέ μὴ ἐν τη̨̃ ἑορτη̨̃ ἵνα μὴ θόρυβος γένηται ἐν τω̨̃ λαω̨̃ |
6 του̃ δὲ ’Ιησου̃ γενομένου ἐν βηθανία̨ ἐν οἰκία̨ Σίμωνος του̃ λεπρου̃ |
7 προση̃λθεν αὐτω̨̃ γυνὴ ἔχουσα ἀλάβαστρον μύρου βαρυτίμου καὶ κατέχεεν ἐπὶ τη̃ς κεφαλη̃ς αὐτου̃ ἀνακειμένου |
8 ἰδόντες δὲ οἱ μαθηταὶ ἠγανάκτησαν λέγοντες εἰς τί ἡ ἀπώλεια αὕτη |
9 ἐδύνατο γὰρ του̃το πραθη̃ναι πολλου̃ καὶ δοθη̃ναι πτωχοι̃ς |
10 γνοὺς δὲ ὁ ’Ιησου̃ς εἰ̃πεν αὐτοι̃ς τί κόπους παρέχετε τη̨̃ γυναικί ἔργον γὰρ καλòν ἠργάσατο εἰς ἐμέ |
11 πάντοτε γὰρ τοὺς πτωχοὺς ἔχετε μεθ' ἑαυτω̃ν ἐμὲ δὲ οὐ πάντοτε ἔχετε |
12 βαλου̃σα γὰρ αὕτη τò μύρον του̃το ἐπὶ του̃ σώματός μου πρòς τò ἐνταφιάσαι με ἐποίησεν |
13 ἀμὴν λέγω ὑμι̃ν ὅπου ἐὰν κηρυχθη̨̃ τò εὐαγγέλιον του̃το ἐν ὅλω̨ τω̨̃ κόσμω̨ λαληθήσεται καὶ ὃ ἐποίησεν αὕτη εἰς μνημόσυνον αὐτη̃ς |
14 τότε πορευθεὶς εἱ̃ς τω̃ν δώδεκα ὁ λεγόμενος ’Ιούδας ἰσκαριώτης πρòς τοὺς ἀρχιερει̃ς |
15 εἰ̃πεν τί θέλετέ μοι δου̃ναι κἀγὼ ὑμι̃ν παραδώσω αὐτόν οἱ δὲ ἔστησαν αὐτω̨̃ τριάκοντα ἀργύρια |
16 καὶ ἀπò τότε ἐζήτει εὐκαιρίαν ἵνα αὐτòν παραδω̨̃ |
17 τη̨̃ δὲ πρώτη̨ τω̃ν ἀζύμων προση̃λθον οἱ μαθηταὶ τω̨̃ ’Ιησου̃ λέγοντες που̃ θέλεις ἑτοιμάσωμέν σοι φαγει̃ν τò πάσχα |
18 ὁ δὲ εἰ̃πεν ὑπάγετε εἰς τὴν πόλιν πρòς τòν δει̃να καὶ εἴπατε αὐτω̨̃ ὁ διδάσκαλος λέγει ὁ καιρός μου ἐγγύς ἐστιν πρòς σὲ ποιω̃ τò πάσχα μετὰ τω̃ν μαθητω̃ν μου |
19 καὶ ἐποίησαν οἱ μαθηταὶ ὡς συνέταξεν αὐτοι̃ς ὁ ’Ιησου̃ς καὶ ἡτοίμασαν τò πάσχα |
20 ὀψίας δὲ γενομένης ἀνέκειτο μετὰ τω̃ν δώδεκα |
21 καὶ ἐσθιόντων αὐτω̃ν εἰ̃πεν ἀμὴν λέγω ὑμι̃ν ὅτι εἱ̃ς ἐξ ὑμω̃ν παραδώσει με |
22 καὶ λυπούμενοι σφόδρα ἤρξαντο λέγειν αὐτω̨̃ εἱ̃ς ἕκαστος μήτι ἐγώ εἰμι κύριε |
23 ὁ δὲ ἀποκριθεὶς εἰ̃πεν ὁ ἐμβάψας μετ' ἐμου̃ τὴν χει̃ρα ἐν τω̨̃ τρυβλίω̨ οὑ̃τός με παραδώσει |
24 ὁ μὲν υἱòς του̃ ἀνθρώπου ὑπάγει καθὼς γέγραπται περὶ αὐτου̃ οὐαὶ δὲ τω̨̃ ἀνθρώπω̨ ἐκείνω̨ δι' οὑ̃ ὁ υἱòς του̃ ἀνθρώπου παραδίδοται καλòν ἠ̃ν αὐτω̨̃ εἰ οὐκ ἐγεννήθη ὁ ἄνθρωπος ἐκει̃νος |
25 ἀποκριθεὶς δὲ ’Ιούδας ὁ παραδιδοὺς αὐτòν εἰ̃πεν μήτι ἐγώ εἰμι ῥαββί λέγει αὐτω̨̃ σὺ εἰ̃πας |
26 ἐσθιόντων δὲ αὐτω̃ν λαβὼν ὁ ’Ιησου̃ς ἄρτον καὶ εὐλογήσας ἔκλασεν καὶ δοὺς τοι̃ς μαθηται̃ς εἰ̃πεν λάβετε φάγετε του̃τό ἐστιν τò σω̃μά μου |
27 καὶ λαβὼν ποτήριον καὶ εὐχαριστήσας ἔδωκεν αὐτοι̃ς λέγων πίετε ἐξ αὐτου̃ πάντες |
28 του̃το γάρ ἐστιν τò αἱ̃μά μου τη̃ς διαθήκης τò περὶ πολλω̃ν ἐκχυννόμενον εἰς ἄφεσιν ἁμαρτιω̃ν |
29 λέγω δὲ ὑμι̃ν οὐ μὴ πίω ἀπ' ἄρτι ἐκ τούτου του̃ γενήματος τη̃ς ἀμπέλου ἕως τη̃ς ἡμέρας ἐκείνης ὅταν αὐτò πίνω μεθ' ὑμω̃ν καινòν ἐν τη̨̃ βασιλεία̨ του̃ πατρός μου |
30 καὶ ὑμνήσαντες ἐξη̃λθον εἰς τò ὄρος τω̃ν ἐλαιω̃ν |
31 τότε λέγει αὐτοι̃ς ὁ ’Ιησου̃ς πάντες ὑμει̃ς σκανδαλισθήσεσθε ἐν ἐμοὶ ἐν τη̨̃ νυκτὶ ταύτη̨ γέγραπται γάρ πατάξω τòν ποιμένα καὶ διασκορπισθήσονται τὰ πρόβατα τη̃ς ποίμνης |
32 μετὰ δὲ τò ἐγερθη̃ναί με προάξω ὑμα̃ς εἰς τὴν Γαλιλαίαν |
33 ἀποκριθεὶς δὲ ὁ Πέτρος εἰ̃πεν αὐτω̨̃ εἰ πάντες σκανδαλισθήσονται ἐν σοί ἐγὼ οὐδέποτε σκανδαλισθήσομαι |
34 ἔφη αὐτω̨̃ ὁ ’Ιησου̃ς ἀμὴν λέγω σοι ὅτι ἐν ταύτη̨ τη̨̃ νυκτὶ πρὶν ἀλέκτορα φωνη̃σαι τρὶς ἀπαρνήση̨ με |
35 λέγει αὐτω̨̃ ὁ Πέτρος κἂν δέη̨ με σὺν σοὶ ἀποθανει̃ν οὐ μή σε ἀπαρνήσομαι ὁμοίως καὶ πάντες οἱ μαθηταὶ εἰ̃παν |
36 τότε ἔρχεται μετ' αὐτω̃ν ὁ ’Ιησου̃ς εἰς χωρίον λεγόμενον Γεθσημανί καὶ λέγει τοι̃ς μαθηται̃ς καθίσατε αὐτου̃ ἕως οὑ̃ ἀπελθὼν ἐκει̃ προσεύξωμαι |
37 καὶ παραλαβὼν τòν Πέτρον καὶ τοὺς δύο υἱοὺς Ζεβεδαίου ἤρξατο λυπει̃σθαι καὶ ἀδημονει̃ν |
38 τότε λέγει αὐτοι̃ς περίλυπός ἐστιν ἡ ψυχή μου ἕως θανάτου μείνατε ὡ̃δε καὶ γρηγορει̃τε μετ' ἐμου̃ |
39 καὶ προελθὼν μικρòν ἔπεσεν ἐπὶ πρόσωπον αὐτου̃ προσευχόμενος καὶ λέγων πάτερ μου εἰ δυνατόν ἐστιν παρελθάτω ἀπ' ἐμου̃ τò ποτήριον του̃το πλὴν οὐχ ὡς ἐγὼ θέλω ἀλλ' ὡς σύ |
40 καὶ ἔρχεται πρòς τοὺς μαθητὰς καὶ εὑρίσκει αὐτοὺς καθεύδοντας καὶ λέγει τω̨̃ Πέτρω̨ οὕτως οὐκ ἰσχύσατε μίαν ὥραν γρηγορη̃σαι μετ' ἐμου̃ |
41 γρηγορει̃τε καὶ προσεύχεσθε ἵνα μὴ εἰσέλθητε εἰς πειρασμόν τò μὲν πνευ̃μα πρόθυμον ἡ δὲ σὰρξ ἀσθενής |
42 πάλιν ἐκ δευτέρου ἀπελθὼν προσηύξατο λέγων πάτερ μου εἰ οὐ δύναται του̃το παρελθει̃ν ἐὰν μὴ αὐτò πίω γενηθήτω τò θέλημά σου |
43 καὶ ἐλθὼν πάλιν εὑ̃ρεν αὐτοὺς καθεύδοντας ἠ̃σαν γὰρ αὐτω̃ν οἱ ὀφθαλμοὶ βεβαρημένοι |
44 καὶ ἀφεὶς αὐτοὺς πάλιν ἀπελθὼν προσηύξατο ἐκ τρίτου τòν αὐτòν λόγον εἰπὼν πάλιν |
45 τότε ἔρχεται πρòς τοὺς μαθητὰς καὶ λέγει αὐτοι̃ς καθεύδετε τò λοιπòν καὶ ἀναπαύεσθε ἰδοὺ ἤγγικεν ἡ ὥρα καὶ ὁ υἱòς του̃ ἀνθρώπου παραδίδοται εἰς χει̃ρας ἁμαρτωλω̃ν |
46 ἐγείρεσθε ἄγωμεν ἰδοὺ ἤγγικεν ὁ παραδιδούς με |
47 καὶ ἔτι αὐτου̃ λαλου̃ντος ἰδοὺ ’Ιούδας εἱ̃ς τω̃ν δώδεκα ἠ̃λθεν καὶ μετ' αὐτου̃ ὄχλος πολὺς μετὰ μαχαιρω̃ν καὶ ξύλων ἀπò τω̃ν ἀρχιερέων καὶ πρεσβυτέρων του̃ λαου̃ |
48 ὁ δὲ παραδιδοὺς αὐτòν ἔδωκεν αὐτοι̃ς σημει̃ον λέγων ὃν ἂν φιλήσω αὐτός ἐστιν κρατήσατε αὐτόν |
49 καὶ εὐθέως προσελθὼν τω̨̃ ’Ιησου̃ εἰ̃πεν χαι̃ρε ῥαββί καὶ κατεφίλησεν αὐτόν |
50 ὁ δὲ ’Ιησου̃ς εἰ̃πεν αὐτω̨̃ ἑται̃ρε ἐφ' ὃ πάρει τότε προσελθόντες ἐπέβαλον τὰς χει̃ρας ἐπὶ τòν ’Ιησου̃ν καὶ ἐκράτησαν αὐτόν |
51 καὶ ἰδοὺ εἱ̃ς τω̃ν μετὰ ’Ιησου̃ ἐκτείνας τὴν χει̃ρα ἀπέσπασεν τὴν μάχαιραν αὐτου̃ καὶ πατάξας τòν δου̃λον του̃ ἀρχιερέως ἀφει̃λεν αὐτου̃ τò ὠτίον |
52 τότε λέγει αὐτω̨̃ ὁ ’Ιησου̃ς ἀπόστρεψον τὴν μάχαιράν σου εἰς τòν τόπον αὐτη̃ς πάντες γὰρ οἱ λαβόντες μάχαιραν ἐν μαχαίρη̨ ἀπολου̃νται |
53 ἢ δοκει̃ς ὅτι οὐ δύναμαι παρακαλέσαι τòν πατέρα μου καὶ παραστήσει μοι ἄρτι πλείω δώδεκα λεγιω̃νας ἀγγέλων |
54 πω̃ς οὐ̃ν πληρωθω̃σιν αἱ γραφαὶ ὅτι οὕτως δει̃ γενέσθαι |
55 ἐν ἐκείνη̨ τη̨̃ ὥρα̨ εἰ̃πεν ὁ ’Ιησου̃ς τοι̃ς ὄχλοις ὡς ἐπὶ λη̨στὴν ἐξήλθατε μετὰ μαχαιρω̃ν καὶ ξύλων συλλαβει̃ν με καθ' ἡμέραν ἐν τω̨̃ ἱερω̨̃ ἐκαθεζόμην διδάσκων καὶ οὐκ ἐκρατήσατέ με |
56 του̃το δὲ ὅλον γέγονεν ἵνα πληρωθω̃σιν αἱ γραφαὶ τω̃ν προφητω̃ν τότε οἱ μαθηταὶ πάντες ἀφέντες αὐτòν ἔφυγον |
57 οἱ δὲ κρατήσαντες τòν ’Ιησου̃ν ἀπήγαγον πρòς καϊάφαν τòν ἀρχιερέα ὅπου οἱ γραμματει̃ς καὶ οἱ πρεσβύτεροι συνήχθησαν |
58 ὁ δὲ Πέτρος ἠκολούθει αὐτω̨̃ ἀπò μακρόθεν ἕως τη̃ς αὐλη̃ς του̃ ἀρχιερέως καὶ εἰσελθὼν ἔσω ἐκάθητο μετὰ τω̃ν ὑπηρετω̃ν ἰδει̃ν τò τέλος |
59 οἱ δὲ ἀρχιερει̃ς καὶ τò συνέδριον ὅλον ἐζήτουν ψευδομαρτυρίαν κατὰ του̃ ’Ιησου̃ ὅπως αὐτòν θανατώσωσιν |
60 καὶ οὐχ εὑ̃ρον πολλω̃ν προσελθόντων ψευδομαρτύρων ὕστερον δὲ προσελθόντες δύο |
61 εἰ̃παν οὑ̃τος ἔφη δύναμαι καταλυ̃σαι τòν ναòν του̃ θεου̃ καὶ διὰ τριω̃ν ἡμερω̃ν οἰκοδομη̃σαι |
62 καὶ ἀναστὰς ὁ ἀρχιερεὺς εἰ̃πεν αὐτω̨̃ οὐδὲν ἀποκρίνη̨ τί οὑ̃τοί σου καταμαρτυρου̃σιν |
63 ὁ δὲ ’Ιησου̃ς ἐσιώπα καὶ ὁ ἀρχιερεὺς εἰ̃πεν αὐτω̨̃ ἐξορκίζω σε κατὰ του̃ θεου̃ του̃ ζω̃ντος ἵνα ἡμι̃ν εἴπη̨ς εἰ σὺ εἰ̃ ὁ Χριστòς ὁ υἱòς του̃ θεου̃ |
64 λέγει αὐτω̨̃ ὁ ’Ιησου̃ς σὺ εἰ̃πας πλὴν λέγω ὑμι̃ν ἀπ' ἄρτι ὄψεσθε τòν υἱòν του̃ ἀνθρώπου καθήμενον ἐκ δεξιω̃ν τη̃ς δυνάμεως καὶ ἐρχόμενον ἐπὶ τω̃ν νεφελω̃ν του̃ οὐρανου̃ |
65 τότε ὁ ἀρχιερεὺς διέρρηξεν τὰ ἱμάτια αὐτου̃ λέγων ἐβλασφήμησεν τί ἔτι χρείαν ἔχομεν μαρτύρων ἴδε νυ̃ν ἠκούσατε τὴν βλασφημίαν |
66 τί ὑμι̃ν δοκει̃ οἱ δὲ ἀποκριθέντες εἰ̃παν ἔνοχος θανάτου ἐστίν |
67 τότε ἐνέπτυσαν εἰς τò πρόσωπον αὐτου̃ καὶ ἐκολάφισαν αὐτόν οἱ δὲ ἐράπισαν |
68 λέγοντες προφήτευσον ἡμι̃ν χριστέ τίς ἐστιν ὁ παίσας σε |
69 ὁ δὲ Πέτρος ἐκάθητο ἔξω ἐν τη̨̃ αὐλη̨̃ καὶ προση̃λθεν αὐτω̨̃ μία παιδίσκη λέγουσα καὶ σὺ ἠ̃σθα μετὰ ’Ιησου̃ του̃ Γαλιλαίου |
70 ὁ δὲ ἠρνήσατο ἔμπροσθεν πάντων λέγων οὐκ οἰ̃δα τί λέγεις |
71 ἐξελθόντα δὲ εἰς τòν πυλω̃να εἰ̃δεν αὐτòν ἄλλη καὶ λέγει τοι̃ς ἐκει̃ οὑ̃τος ἠ̃ν μετὰ ’Ιησου̃ του̃ Ναζωραίου |
72 καὶ πάλιν ἠρνήσατο μετὰ ὅρκου ὅτι οὐκ οἰ̃δα τòν ἄνθρωπον |
73 μετὰ μικρòν δὲ προσελθόντες οἱ ἑστω̃τες εἰ̃πον τω̨̃ Πέτρω̨ ἀληθω̃ς καὶ σὺ ἐξ αὐτω̃ν εἰ̃ καὶ γὰρ ἡ λαλιά σου δη̃λόν σε ποιει̃ |
74 τότε ἤρξατο καταθεματίζειν καὶ ὀμνύειν ὅτι οὐκ οἰ̃δα τòν ἄνθρωπον καὶ εὐθέως ἀλέκτωρ ἐφώνησεν |
75 καὶ ἐμνήσθη ὁ Πέτρος του̃ ῥήματος ’Ιησου̃ εἰρηκότος ὅτι πρὶν ἀλέκτορα φωνη̃σαι τρὶς ἀπαρνήση̨ με καὶ ἐξελθὼν ἔξω ἔκλαυσεν πικρω̃ς |