1 πρωΐας δὲ γενομένης συμβούλιον ἔλαβον πάντες οἱ ἀρχιερει̃ς καὶ οἱ πρεσβύτεροι του̃ λαου̃ κατὰ του̃ ’Ιησου̃ ὥστε θανατω̃σαι αὐτόν |
2 καὶ δήσαντες αὐτòν ἀπήγαγον καὶ παρέδωκαν Πιλάτω̨ τω̨̃ ἡγεμόνι |
3 τότε ἰδὼν ’Ιούδας ὁ παραδιδοὺς αὐτòν ὅτι κατεκρίθη μεταμεληθεὶς ἔστρεψεν τὰ τριάκοντα ἀργύρια τοι̃ς ἀρχιερευ̃σιν καὶ πρεσβυτέροις |
4 λέγων ἥμαρτον παραδοὺς αἱ̃μα ἀθω̨̃ον οἱ δὲ εἰ̃παν τί πρòς ἡμα̃ς σὺ ὄψη̨ |
5 καὶ ῥίψας τὰ ἀργύρια εἰς τòν ναòν ἀνεχώρησεν καὶ ἀπελθὼν ἀπήγξατο |
6 οἱ δὲ ἀρχιερει̃ς λαβόντες τὰ ἀργύρια εἰ̃παν οὐκ ἔξεστιν βαλει̃ν αὐτὰ εἰς τòν κορβανα̃ν ἐπεὶ τιμὴ αἵματός ἐστιν |
7 συμβούλιον δὲ λαβόντες ἠγόρασαν ἐξ αὐτω̃ν τòν ἀγρòν του̃ κεραμέως εἰς ταφὴν τοι̃ς ξένοις |
8 διò ἐκλήθη ὁ ἀγρòς ἐκει̃νος ἀγρòς αἵματος ἕως τη̃ς σήμερον |
9 τότε ἐπληρώθη τò ῥηθὲν διὰ ’Ιερεμίου του̃ προφήτου λέγοντος καὶ ἔλαβον τὰ τριάκοντα ἀργύρια τὴν τιμὴν του̃ τετιμημένου ὃν ἐτιμήσαντο ἀπò υἱω̃ν ’Ισραήλ |
10 καὶ ἔδωκαν αὐτὰ εἰς τòν ἀγρòν του̃ κεραμέως καθὰ συνέταξέν μοι κύριος |
11 ὁ δὲ ’Ιησου̃ς ἐστάθη ἔμπροσθεν του̃ ἡγεμόνος καὶ ἐπηρώτησεν αὐτòν ὁ ἡγεμὼν λέγων σὺ εἰ̃ ὁ βασιλεὺς τω̃ν ’Ιουδαίων ὁ δὲ ’Ιησου̃ς ἔφη σὺ λέγεις |
12 καὶ ἐν τω̨̃ κατηγορει̃σθαι αὐτòν ὑπò τω̃ν ἀρχιερέων καὶ πρεσβυτέρων οὐδὲν ἀπεκρίνατο |
13 τότε λέγει αὐτω̨̃ ὁ Πιλα̃τος οὐκ ἀκούεις πόσα σου καταμαρτυρου̃σιν |
14 καὶ οὐκ ἀπεκρίθη αὐτω̨̃ πρòς οὐδὲ ἓν ῥη̃μα ὥστε θαυμάζειν τòν ἡγεμόνα λίαν |
15 κατὰ δὲ ἑορτὴν εἰώθει ὁ ἡγεμὼν ἀπολύειν ἕνα τω̨̃ ὄχλω̨ δέσμιον ὃν ἤθελον |
16 εἰ̃χον δὲ τότε δέσμιον ἐπίσημον λεγόμενον ’Ιησου̃ν Βαραββα̃ν |
17 συνηγμένων οὐ̃ν αὐτω̃ν εἰ̃πεν αὐτοι̃ς ὁ Πιλα̃τος τίνα θέλετε ἀπολύσω ὑμι̃ν ’Ιησου̃ν τòν Βαραββα̃ν ἢ ’Ιησου̃ν τòν λεγόμενον Χριστόν |
18 ἤ̨δει γὰρ ὅτι διὰ φθόνον παρέδωκαν αὐτόν |
19 καθημένου δὲ αὐτου̃ ἐπὶ του̃ βήματος ἀπέστειλεν πρòς αὐτòν ἡ γυνὴ αὐτου̃ λέγουσα μηδὲν σοὶ καὶ τω̨̃ δικαίω̨ ἐκείνω̨ πολλὰ γὰρ ἔπαθον σήμερον κατ' ὄναρ δι' αὐτόν |
20 οἱ δὲ ἀρχιερει̃ς καὶ οἱ πρεσβύτεροι ἔπεισαν τοὺς ὄχλους ἵνα αἰτήσωνται τòν Βαραββα̃ν τòν δὲ ’Ιησου̃ν ἀπολέσωσιν |
21 ἀποκριθεὶς δὲ ὁ ἡγεμὼν εἰ̃πεν αὐτοι̃ς τίνα θέλετε ἀπò τω̃ν δύο ἀπολύσω ὑμι̃ν οἱ δὲ εἰ̃παν τòν Βαραββα̃ν |
22 λέγει αὐτοι̃ς ὁ Πιλα̃τος τί οὐ̃ν ποιήσω ’Ιησου̃ν τòν λεγόμενον Χριστόν λέγουσιν πάντες σταυρωθήτω |
23 ὁ δὲ ἔφη τί γὰρ κακòν ἐποίησεν οἱ δὲ περισσω̃ς ἔκραζον λέγοντες σταυρωθήτω |
24 ἰδὼν δὲ ὁ Πιλα̃τος ὅτι οὐδὲν ὠφελει̃ ἀλλὰ μα̃λλον θόρυβος γίνεται λαβὼν ὕδωρ ἀπενίψατο τὰς χει̃ρας ἀπέναντι του̃ ὄχλου λέγων ἀθω̨̃ός εἰμι ἀπò του̃ αἵματος τούτου ὑμει̃ς ὄψεσθε |
25 καὶ ἀποκριθεὶς πα̃ς ὁ λαòς εἰ̃πεν τò αἱ̃μα αὐτου̃ ἐφ' ἡμα̃ς καὶ ἐπὶ τὰ τέκνα ἡμω̃ν |
26 τότε ἀπέλυσεν αὐτοι̃ς τòν Βαραββα̃ν τòν δὲ ’Ιησου̃ν φραγελλώσας παρέδωκεν ἵνα σταυρωθη̨̃ |
27 τότε οἱ στρατιω̃ται του̃ ἡγεμόνος παραλαβόντες τòν ’Ιησου̃ν εἰς τò πραιτώριον συνήγαγον ἐπ' αὐτòν ὅλην τὴν σπει̃ραν |
28 καὶ ἐκδύσαντες αὐτòν χλαμύδα κοκκίνην περιέθηκαν αὐτω̨̃ |
29 καὶ πλέξαντες στέφανον ἐξ ἀκανθω̃ν ἐπέθηκαν ἐπὶ τη̃ς κεφαλη̃ς αὐτου̃ καὶ κάλαμον ἐν τη̨̃ δεξια̨̃ αὐτου̃ καὶ γονυπετήσαντες ἔμπροσθεν αὐτου̃ ἐνέπαιξαν αὐτω̨̃ λέγοντες χαι̃ρε βασιλευ̃ τω̃ν ’Ιουδαίων |
30 καὶ ἐμπτύσαντες εἰς αὐτòν ἔλαβον τòν κάλαμον καὶ ἔτυπτον εἰς τὴν κεφαλὴν αὐτου̃ |
31 καὶ ὅτε ἐνέπαιξαν αὐτω̨̃ ἐξέδυσαν αὐτòν τὴν χλαμύδα καὶ ἐνέδυσαν αὐτòν τὰ ἱμάτια αὐτου̃ καὶ ἀπήγαγον αὐτòν εἰς τò σταυρω̃σαι |
32 ἐξερχόμενοι δὲ εὑ̃ρον ἄνθρωπον κυρηναι̃ον ὀνόματι Σίμωνα του̃τον ἠγγάρευσαν ἵνα ἄρη̨ τòν σταυρòν αὐτου̃ |
33 καὶ ἐλθόντες εἰς τόπον λεγόμενον Γολγοθα̃ ὅ ἐστιν κρανίου τόπος λεγόμενος |
34 ἔδωκαν αὐτω̨̃ πιει̃ν οἰ̃νον μετὰ χολη̃ς μεμιγμένον καὶ γευσάμενος οὐκ ἠθέλησεν πιει̃ν |
35 σταυρώσαντες δὲ αὐτòν διεμερίσαντο τὰ ἱμάτια αὐτου̃ βάλλοντες κλη̃ρον |
36 καὶ καθήμενοι ἐτήρουν αὐτòν ἐκει̃ |
37 καὶ ἐπέθηκαν ἐπάνω τη̃ς κεφαλη̃ς αὐτου̃ τὴν αἰτίαν αὐτου̃ γεγραμμένην οὑ̃τός ἐστιν ’Ιησου̃ς ὁ βασιλευ̃ς τω̃ν ’Ιουδαίων |
38 τότε σταυρου̃νται σὺν αὐτω̨̃ δύο λη̨σταί εἱ̃ς ἐκ δεξιω̃ν καὶ εἱ̃ς ἐξ εὐωνύμων |
39 οἱ δὲ παραπορευόμενοι ἐβλασφήμουν αὐτòν κινου̃ντες τὰς κεφαλὰς αὐτω̃ν |
40 καὶ λέγοντες ὁ καταλύων τòν ναòν καὶ ἐν τρισὶν ἡμέραις οἰκοδομω̃ν σω̃σον σεαυτόν εἰ υἱòς εἰ̃ του̃ θεου̃ καὶ κατάβηθι ἀπò του̃ σταυρου̃ |
41 ὁμοίως καὶ οἱ ἀρχιερει̃ς ἐμπαίζοντες μετὰ τω̃ν γραμματέων καὶ πρεσβυτέρων ἔλεγον |
42 ἄλλους ἔσωσεν ἑαυτòν οὐ δύναται σω̃σαι βασιλεὺς ’Ισραήλ ἐστιν καταβάτω νυ̃ν ἀπò του̃ σταυρου̃ καὶ πιστεύσομεν ἐπ' αὐτόν |
43 πέποιθεν ἐπὶ τòν θεόν ῥυσάσθω νυ̃ν εἰ θέλει αὐτόν εἰ̃πεν γὰρ ὅτι θεου̃ εἰμι υἱός |
44 τò δ' αὐτò καὶ οἱ λη̨σταὶ οἱ συσταυρωθέντες σὺν αὐτω̨̃ ὠνείδιζον αὐτόν |
45 ἀπò δὲ ἕκτης ὥρας σκότος ἐγένετο ἐπὶ πα̃σαν τὴν γη̃ν ἕως ὥρας ἐνάτης |
46 περὶ δὲ τὴν ἐνάτην ὥραν ἀνεβόησεν ὁ ’Ιησου̃ς φωνη̨̃ μεγάλη̨ λέγων Ηλι ηλι λεμα σαβαχθανι του̃τ' ἔστιν θεέ μου θεέ μου ἱνατί με ἐγκατέλιπες |
47 τινὲς δὲ τω̃ν ἐκει̃ ἑστηκότων ἀκούσαντες ἔλεγον ὅτι ’Ηλίαν φωνει̃ οὑ̃τος |
48 καὶ εὐθέως δραμὼν εἱ̃ς ἐξ αὐτω̃ν καὶ λαβὼν σπόγγον πλήσας τε ὄξους καὶ περιθεὶς καλάμω̨ ἐπότιζεν αὐτόν |
49 οἱ δὲ λοιποὶ ἔλεγον ἄφες ἴδωμεν εἰ ἔρχεται ’Ηλίας σώσων αὐτόν |
50 ὁ δὲ ’Ιησου̃ς πάλιν κράξας φωνη̨̃ μεγάλη̨ ἀφη̃κεν τò πνευ̃μα |
51 καὶ ἰδοὺ τò καταπέτασμα του̃ ναου̃ ἐσχίσθη ἀπ' ἄνωθεν ἕως κάτω εἰς δύο καὶ ἡ γη̃ ἐσείσθη καὶ αἱ πέτραι ἐσχίσθησαν |
52 καὶ τὰ μνημει̃α ἀνεώ̨χθησαν καὶ πολλὰ σώματα τω̃ν κεκοιμημένων ἁγίων ἠγέρθησαν |
53 καὶ ἐξελθόντες ἐκ τω̃ν μνημείων μετὰ τὴν ἔγερσιν αὐτου̃ εἰση̃λθον εἰς τὴν ἁγίαν πόλιν καὶ ἐνεφανίσθησαν πολλοι̃ς |
54 ὁ δὲ ἑκατόνταρχος καὶ οἱ μετ' αὐτου̃ τηρου̃ντες τòν ’Ιησου̃ν ἰδόντες τòν σεισμòν καὶ τὰ γενόμενα ἐφοβήθησαν σφόδρα λέγοντες ἀληθω̃ς θεου̃ υἱòς ἠ̃ν οὑ̃τος |
55 ἠ̃σαν δὲ ἐκει̃ γυναι̃κες πολλαὶ ἀπò μακρόθεν θεωρου̃σαι αἵτινες ἠκολούθησαν τω̨̃ ’Ιησου̃ ἀπò τη̃ς Γαλιλαίας διακονου̃σαι αὐτω̨̃ |
56 ἐν αἱ̃ς ἠ̃ν Μαρία ἡ Μαγδαληνὴ καὶ Μαρία ἡ του̃ ’Ιακώβου καὶ ’Ιωσὴφ μήτηρ καὶ ἡ μήτηρ τω̃ν υἱω̃ν Ζεβεδαίου |
57 ὀψίας δὲ γενομένης ἠ̃λθεν ἄνθρωπος πλούσιος ἀπò ἁριμαθαίας τοὔνομα ’Ιωσήφ ὃς καὶ αὐτòς ἐμαθητεύθη τω̨̃ ’Ιησου̃ |
58 οὑ̃τος προσελθὼν τω̨̃ Πιλάτω̨ ἠ̨τήσατο τò σω̃μα του̃ ’Ιησου̃ τότε ὁ Πιλα̃τος ἐκέλευσεν ἀποδοθη̃ναι |
59 καὶ λαβὼν τò σω̃μα ὁ ’Ιωσὴφ ἐνετύλιξεν αὐτò ἐν σινδόνι καθαρα̨̃ |
60 καὶ ἔθηκεν αὐτò ἐν τω̨̃ καινω̨̃ αὐτου̃ μνημείω̨ ὃ ἐλατόμησεν ἐν τη̨̃ πέτρα̨ καὶ προσκυλίσας λίθον μέγαν τη̨̃ θύρα̨ του̃ μνημείου ἀπη̃λθεν |
61 ἠ̃ν δὲ ἐκει̃ Μαριὰμ ἡ Μαγδαληνὴ καὶ ἡ ἄλλη Μαρία καθήμεναι ἀπέναντι του̃ τάφου |
62 τη̨̃ δὲ ἐπαύριον ἥτις ἐστὶν μετὰ τὴν παρασκευήν συνήχθησαν οἱ ἀρχιερει̃ς καὶ οἱ Φαρισαι̃οι πρòς Πιλα̃τον |
63 λέγοντες κύριε ἐμνήσθημεν ὅτι ἐκει̃νος ὁ πλάνος εἰ̃πεν ἔτι ζω̃ν μετὰ τρει̃ς ἡμέρας ἐγείρομαι |
64 κέλευσον οὐ̃ν ἀσφαλισθη̃ναι τòν τάφον ἕως τη̃ς τρίτης ἡμέρας μήποτε ἐλθόντες οἱ μαθηταὶ αὐτου̃ κλέψωσιν αὐτòν καὶ εἴπωσιν τω̨̃ λαω̨̃ ἠγέρθη ἀπò τω̃ν νεκρω̃ν καὶ ἔσται ἡ ἐσχάτη πλάνη χείρων τη̃ς πρώτης |
65 ἔφη αὐτοι̃ς ὁ Πιλα̃τος ἔχετε κουστωδίαν ὑπάγετε ἀσφαλίσασθε ὡς οἴδατε |
66 οἱ δὲ πορευθέντες ἠσφαλίσαντο τòν τάφον σφραγίσαντες τòν λίθον μετὰ τη̃ς κουστωδίας |