1 υἱὸς πανου̃ργος ὑπήκοος πατρί υἱὸς δὲ ἀνήκοος ἐν ἀπωλεία̨ |
2 ἀπὸ καρπω̃ν δικαιοσύνης φάγεται ἀγαθός ψυχαὶ δὲ παρανόμων ὀλου̃νται ἄωροι |
3 ὃς φυλάσσει τὸ ἑαυτου̃ στόμα τηρει̃ τὴν ἑαυτου̃ ψυχήν ὁ δὲ προπετὴς χείλεσιν πτοήσει ἑαυτόν |
4 ἐν ἐπιθυμίαις ἐστὶν πα̃ς ἀεργός χει̃ρες δὲ ἀνδρείων ἐν ἐπιμελεία̨ |
5 λόγον ἄδικον μισει̃ δίκαιος ἀσεβὴς δὲ αἰσχύνεται καὶ οὐχ ἕξει παρρησίαν |
6 δικαιοσύνη φυλάσσει ἀκάκους τοὺς δὲ ἀσεβει̃ς φαύλους ποιει̃ ἁμαρτία |
7 εἰσὶν οἱ πλουτίζοντες ἑαυτοὺς μηδὲν ἔχοντες καὶ εἰσὶν οἱ ταπεινου̃ντες ἑαυτοὺς ἐν πολλω̨̃ πλούτω̨ |
8 λύτρον ἀνδρὸς ψυχη̃ς ὁ ἴδιος πλου̃τος πτωχὸς δὲ οὐχ ὑφίσταται ἀπειλήν |
9 φω̃ς δικαίοις διὰ παντός φω̃ς δὲ ἀσεβω̃ν σβέννυται |
10 κακὸς μεθ' ὕβρεως πράσσει κακά οἱ δὲ ἑαυτω̃ν ἐπιγνώμονες σοφοί |
11 ὕπαρξις ἐπισπουδαζομένη μετὰ ἀνομίας ἐλάσσων γίνεται ὁ δὲ συνάγων ἑαυτω̨̃ μετ' εὐσεβείας πληθυνθήσεται δίκαιος οἰκτίρει καὶ κιχρα̨̃ |
12 κρείσσων ἐναρχόμενος βοηθω̃ν καρδία̨ του̃ ἐπαγγελλομένου καὶ εἰς ἐλπίδα ἄγοντος δένδρον γὰρ ζωη̃ς ἐπιθυμία ἀγαθή |
13 ὃς καταφρονει̃ πράγματος καταφρονηθήσεται ὑπ' αὐτου̃ ὁ δὲ φοβούμενος ἐντολήν οὑ̃τος ὑγιαίνει |
14 νόμος σοφου̃ πηγὴ ζωη̃ς ὁ δὲ ἄνους ὑπὸ παγίδος θανει̃ται |
15 σύνεσις ἀγαθὴ δίδωσιν χάριν τὸ δὲ γνω̃ναι νόμον διανοίας ἐστὶν ἀγαθη̃ς ὁδοὶ δὲ καταφρονούντων ἐν ἀπωλεία̨ |
16 πα̃ς πανου̃ργος πράσσει μετὰ γνώσεως ὁ δὲ ἄφρων ἐξεπέτασεν ἑαυτου̃ κακίαν |
17 βασιλεὺς θρασὺς ἐμπεσει̃ται εἰς κακά ἄγγελος δὲ πιστὸς ῥύσεται αὐτόν |
18 πενίαν καὶ ἀτιμίαν ἀφαιρει̃ται παιδεία ὁ δὲ φυλάσσων ἐλέγχους δοξασθήσεται |
19 ἐπιθυμίαι εὐσεβω̃ν ἡδύνουσιν ψυχήν ἔργα δὲ ἀσεβω̃ν μακρὰν ἀπὸ γνώσεως |
20 ὁ συμπορευόμενος σοφοι̃ς σοφὸς ἔσται ὁ δὲ συμπορευόμενος ἄφροσι γνωσθήσεται |
21 ἁμαρτάνοντας καταδιώξεται κακά τοὺς δὲ δικαίους καταλήμψεται ἀγαθά |
22 ἀγαθὸς ἀνὴρ κληρονομήσει υἱοὺς υἱω̃ν θησαυρίζεται δὲ δικαίοις πλου̃τος ἀσεβὼν |
23 δίκαιοι ποιήσουσιν ἐν πλούτω̨ ἔτη πολλά ἄδικοι δὲ ἀπολου̃νται συντόμως |
24 ὃς φείδεται τη̃ς βακτηρίας μισει̃ τὸν υἱὸν αὐτου̃ ὁ δὲ ἀγαπω̃ν ἐπιμελω̃ς παιδεύει |
25 δίκαιος ἔσθων ἐμπιπλα̨̃ τὴν ψυχὴν αὐτου̃ ψυχαὶ δὲ ἀσεβω̃ν ἐνδεει̃ς |