1 σοφαὶ γυναι̃κες ὠ̨κοδόμησαν οἴκους ἡ δὲ ἄφρων κατέσκαψεν ται̃ς χερσὶν αὐτη̃ς |
2 ὁ πορευόμενος ὀρθω̃ς φοβει̃ται τὸν κύριον ὁ δὲ σκολιάζων ται̃ς ὁδοι̃ς αὐτου̃ ἀτιμασθήσεται |
3 ἐκ στόματος ἀφρόνων βακτηρία ὕβρεως χείλη δὲ σοφω̃ν φυλάσσει αὐτούς |
4 οὑ̃ μή εἰσιν βόες φάτναι καθαραί οὑ̃ δὲ πολλὰ γενήματα φανερὰ βοὸς ἰσχύς |
5 μάρτυς πιστὸς οὐ ψεύδεται ἐκκαίει δὲ ψεύδη μάρτυς ἄδικος |
6 ζητήσεις σοφίαν παρὰ κακοι̃ς καὶ οὐχ εὑρήσεις αἴσθησις δὲ παρὰ φρονίμοις εὐχερής |
7 πάντα ἐναντία ἀνδρὶ ἄφρονι ὅπλα δὲ αἰσθήσεως χείλη σοφά |
8 σοφία πανούργων ἐπιγνώσεται τὰς ὁδοὺς αὐτω̃ν ἄνοια δὲ ἀφρόνων ἐν πλάνη̨ |
9 οἰκίαι παρανόμων ὀφειλήσουσιν καθαρισμόν οἰκίαι δὲ δικαίων δεκταί |
10 καρδία ἀνδρὸς αἰσθητική λυπηρὰ ψυχὴ αὐτου̃ ὅταν δὲ εὐφραίνηται οὐκ ἐπιμείγνυται ὕβρει |
11 οἰκίαι ἀσεβω̃ν ἀφανισθήσονται σκηναὶ δὲ κατορθούντων στήσονται |
12 ἔστιν ὁδὸς ἣ δοκει̃ ὀρθὴ εἰ̃ναι παρὰ ἀνθρώποις τὰ δὲ τελευται̃α αὐτη̃ς ἔρχεται εἰς πυθμένα ἅ̨δου |
13 ἐν εὐφροσύναις οὐ προσμείγνυται λύπη τελευταία δὲ χαρὰ εἰς πένθος ἔρχεται |
14 τω̃ν ἑαυτου̃ ὁδω̃ν πλησθήσεται θρασυκάρδιος ἀπὸ δὲ τω̃ν διανοημάτων αὐτου̃ ἀνὴρ ἀγαθός |
15 ἄκακος πιστεύει παντὶ λόγω̨ πανου̃ργος δὲ ἔρχεται εἰς μετάνοιαν |
16 σοφὸς φοβηθεὶς ἐξέκλινεν ἀπὸ κακου̃ ὁ δὲ ἄφρων ἑαυτω̨̃ πεποιθὼς μείγνυται ἀνόμω̨ |
17 ὀξύθυμος πράσσει μετὰ ἀβουλίας ἀνὴρ δὲ φρόνιμος πολλὰ ὑποφέρει |
18 μεριου̃νται ἄφρονες κακίαν οἱ δὲ πανου̃ργοι κρατήσουσιν αἰσθήσεως |
19 ὀλισθήσουσιν κακοὶ ἔναντι ἀγαθω̃ν καὶ ἀσεβει̃ς θεραπεύσουσιν θύρας δικαίων |
20 φίλοι μισήσουσιν φίλους πτωχούς φίλοι δὲ πλουσίων πολλοί |
21 ὁ ἀτιμάζων πένητας ἁμαρτάνει ἐλεω̃ν δὲ πτωχοὺς μακαριστός |
22 πλανώμενοι τεκταίνουσι κακά ἔλεον δὲ καὶ ἀλήθειαν τεκταίνουσιν ἀγαθοί οὐκ ἐπίστανται ἔλεον καὶ πίστιν τέκτονες κακω̃ν ἐλεημοσύναι δὲ καὶ πίστεις παρὰ τέκτοσιν ἀγαθοι̃ς |
23 ἐν παντὶ μεριμνω̃ντι ἔνεστιν περισσόν ὁ δὲ ἡδὺς καὶ ἀνάλγητος ἐν ἐνδεία̨ ἔσται |
24 στέφανος σοφω̃ν πανου̃ργος ἡ δὲ διατριβὴ ἀφρόνων κακή |
25 ῥύσεται ἐκ κακω̃ν ψυχὴν μάρτυς πιστός ἐκκαίει δὲ ψεύδη δόλιος |
26 ἐν φόβω̨ κυρίου ἐλπὶς ἰσχύος τοι̃ς δὲ τέκνοις αὐτου̃ καταλείπει ἔρεισμα |
27 πρόσταγμα κυρίου πηγὴ ζωη̃ς ποιει̃ δὲ ἐκκλίνειν ἐκ παγίδος θανάτου |
28 ἐν πολλω̨̃ ἔθνει δόξα βασιλέως ἐν δὲ ἐκλείψει λαου̃ συντριβὴ δυνάστου |
29 μακρόθυμος ἀνὴρ πολὺς ἐν φρονήσει ὁ δὲ ὀλιγόψυχος ἰσχυρω̃ς ἄφρων |
30 πραΰθυμος ἀνὴρ καρδίας ἰατρός σὴς δὲ ὀστέων καρδία αἰσθητική |
31 ὁ συκοφαντω̃ν πένητα παροξύνει τὸν ποιήσαντα αὐτόν ὁ δὲ τιμω̃ν αὐτὸν ἐλεα̨̃ πτωχόν |
32 ἐν κακία̨ αὐτου̃ ἀπωσθήσεται ἀσεβής ὁ δὲ πεποιθὼς τη̨̃ ἑαυτου̃ ὁσιότητι δίκαιος |
33 ἐν καρδία̨ ἀγαθη̨̃ ἀνδρὸς σοφία ἐν δὲ καρδία̨ ἀφρόνων οὐ διαγινώσκεται |
34 δικαιοσύνη ὑψοι̃ ἔθνος ἐλασσονου̃σι δὲ φυλὰς ἁμαρτίαι |
35 δεκτὸς βασιλει̃ ὑπηρέτης νοήμων τη̨̃ δὲ ἑαυτου̃ εὐστροφία̨ ἀφαιρει̃ται ἀτιμίαν |