1 ὀργὴ ἀπόλλυσιν καὶ φρονίμους ἀπόκρισις δὲ ὑποπίπτουσα ἀποστρέφει θυμόν λόγος δὲ λυπηρὸς ἐγείρει ὀργάς |
2 γλω̃σσα σοφω̃ν καλὰ ἐπίσταται στόμα δὲ ἀφρόνων ἀναγγελει̃ κακά |
3 ἐν παντὶ τόπω̨ ὀφθαλμοὶ κυρίου σκοπεύουσιν κακούς τε καὶ ἀγαθούς |
4 ἴασις γλώσσης δένδρον ζωη̃ς ὁ δὲ συντηρω̃ν αὐτὴν πλησθήσεται πνεύματος |
5 ἄφρων μυκτηρίζει παιδείαν πατρός ὁ δὲ φυλάσσων ἐντολὰς πανουργότερος |
6 ἐν πλεοναζούση̨ δικαιοσύνη̨ ἰσχὺς πολλή οἱ δὲ ἀσεβει̃ς ὁλόρριζοι ἐκ γη̃ς ὀλου̃νται οἴκοις δικαίων ἰσχὺς πολλή καρποὶ δὲ ἀσεβω̃ν ἀπολου̃νται |
7 χείλη σοφω̃ν δέδεται αἰσθήσει καρδίαι δὲ ἀφρόνων οὐκ ἀσφαλει̃ς |
8 θυσίαι ἀσεβω̃ν βδέλυγμα κυρίω̨ εὐχαὶ δὲ κατευθυνόντων δεκταὶ παρ' αὐτω̨̃ |
9 βδέλυγμα κυρίω̨ ὁδοὶ ἀσεβου̃ς διώκοντας δὲ δικαιοσύνην ἀγαπα̨̃ |
10 παιδεία ἀκάκου γνωρίζεται ὑπὸ τω̃ν παριόντων οἱ δὲ μισου̃ντες ἐλέγχους τελευτω̃σιν αἰσχρω̃ς |
11 ἅ̨δης καὶ ἀπώλεια φανερὰ παρὰ τω̨̃ κυρίω̨ πω̃ς οὐχὶ καὶ αἱ καρδίαι τω̃ν ἀνθρώπων |
12 οὐκ ἀγαπήσει ἀπαίδευτος τοὺς ἐλέγχοντας αὐτόν μετὰ δὲ σοφω̃ν οὐχ ὁμιλήσει |
13 καρδίας εὐφραινομένης πρόσωπον θάλλει ἐν δὲ λύπαις οὔσης σκυθρωπάζει |
14 καρδία ὀρθὴ ζητει̃ αἴσθησιν στόμα δὲ ἀπαιδεύτων γνώσεται κακά |
15 πάντα τὸν χρόνον οἱ ὀφθαλμοὶ τω̃ν κακω̃ν προσδέχονται κακά οἱ δὲ ἀγαθοὶ ἡσυχάζουσιν διὰ παντός |
16 κρείσσων μικρὰ μερὶς μετὰ φόβου κυρίου ἢ θησαυροὶ μεγάλοι μετὰ ἀφοβίας |
17 κρείσσων ξενισμὸς λαχάνων πρὸς φιλίαν καὶ χάριν ἢ παράθεσις μόσχων μετὰ ἔχθρας |
18 ἀνὴρ θυμώδης παρασκευάζει μάχας μακρόθυμος δὲ καὶ τὴν μέλλουσαν καταπραΰνει |
19 ὁδοὶ ἀεργω̃ν ἐστρωμέναι ἀκάνθαις αἱ δὲ τω̃ν ἀνδρείων τετριμμέναι |
20 υἱὸς σοφὸς εὐφραίνει πατέρα υἱὸς δὲ ἄφρων μυκτηρίζει μητέρα αὐτου̃ |
21 ἀνοήτου τρίβοι ἐνδεει̃ς φρενω̃ν ἀνὴρ δὲ φρόνιμος κατευθύνων πορεύεται |
22 ὑπερτίθενται λογισμοὺς οἱ μὴ τιμω̃ντες συνέδρια ἐν δὲ καρδίαις βουλευομένων μένει βουλή |
23 οὐ μὴ ὑπακούση̨ ὁ κακὸς αὐτη̨̃ οὐδὲ μὴ εἴπη̨ καίριόν τι καὶ καλὸν τω̨̃ κοινω̨̃ |
24 ὁδοὶ ζωη̃ς διανοήματα συνετου̃ ἵνα ἐκκλίνας ἐκ του̃ ἅ̨δου σωθη̨̃ |
25 οἴκους ὑβριστω̃ν κατασπα̨̃ κύριος ἐστήρισεν δὲ ὅριον χήρας |
26 βδέλυγμα κυρίω̨ λογισμὸς ἄδικος ἁγνω̃ν δὲ ῥήσεις σεμναί |
27 ἐξόλλυσιν ἑαυτὸν ὁ δωρολήμπτης ὁ δὲ μισω̃ν δώρων λήμψεις σώ̨ζεται |
28 καρδίαι δικαίων μελετω̃σιν πίστεις στόμα δὲ ἀσεβω̃ν ἀποκρίνεται κακά |
29 μακρὰν ἀπέχει ὁ θεὸς ἀπὸ ἀσεβω̃ν εὐχαι̃ς δὲ δικαίων ἐπακούει |
30 θεωρω̃ν ὀφθαλμὸς καλὰ εὐφραίνει καρδίαν φήμη δὲ ἀγαθὴ πιαίνει ὀστα̃ |
|
32 ὃς ἀπωθει̃ται παιδείαν μισει̃ ἑαυτόν ὁ δὲ τηρω̃ν ἐλέγχους ἀγαπα̨̃ ψυχὴν αὐτου̃ |
33 φόβος θεου̃ παιδεία καὶ σοφία καὶ ἀρχὴ δόξης ἀποκριθήσεται αὐτη̨̃ |