Bible-Center
Whole Bible
Septuagint (gr)
Share

ΠΑΡΟΙΜΙΑΙ, κεφαλίς 16

...
πάντα τὰ ἔργα του̃ ταπεινου̃ φανερὰ παρὰ τω̨̃ θεω̨̃ οἱ δὲ ἀσεβει̃ς ἐν ἡμέρα̨ κακη̨̃ ὀλου̃νται
...
...
ἀκάθαρτος παρὰ θεω̨̃ πα̃ς ὑψηλοκάρδιος χειρὶ δὲ χει̃ρας ἐμβαλὼν ἀδίκως οὐκ ἀθω̨ωθήσεται
...
ἀρχὴ ὁδου̃ ἀγαθη̃ς τὸ ποιει̃ν τὰ δίκαια δεκτὰ δὲ παρὰ θεω̨̃ μα̃λλον ἢ θύειν θυσίας
ὁ ζητω̃ν τὸν κύριον εὑρήσει γνω̃σιν μετὰ δικαιοσύνης οἱ δὲ ὀρθω̃ς ζητου̃ντες αὐτὸν εὑρήσουσιν εἰρήνην
πάντα τὰ ἔργα του̃ κυρίου μετὰ δικαιοσύνης φυλάσσεται δὲ ὁ ἀσεβὴς εἰς ἡμέραν κακήν
10 μαντει̃ον ἐπὶ χείλεσιν βασιλέως ἐν δὲ κρίσει οὐ μὴ πλανηθη̨̃ τὸ στόμα αὐτου̃
11 ῥοπὴ ζυγου̃ δικαιοσύνη παρὰ κυρίω̨ τὰ δὲ ἔργα αὐτου̃ στάθμια δίκαια
12 βδέλυγμα βασιλει̃ ὁ ποιω̃ν κακά μετὰ γὰρ δικαιοσύνης ἑτοιμάζεται θρόνος ἀρχη̃ς
13 δεκτὰ βασιλει̃ χείλη δίκαια λόγους δὲ ὀρθοὺς ἀγαπα̨̃
14 θυμὸς βασιλέως ἄγγελος θανάτου ἀνὴρ δὲ σοφὸς ἐξιλάσεται αὐτόν
15 ἐν φωτὶ ζωη̃ς υἱὸς βασιλέως οἱ δὲ προσδεκτοὶ αὐτω̨̃ ὥσπερ νέφος ὄψιμον
16 νοσσιαὶ σοφίας αἱρετώτεραι χρυσίου νοσσιαὶ δὲ φρονήσεως αἱρετώτεραι ὑπὲρ ἀργύριον
17 τρίβοι ζωη̃ς ἐκκλίνουσιν ἀπὸ κακω̃ν μη̃κος δὲ βίου ὁδοὶ δικαιοσύνης ὁ δεχόμενος παιδείαν ἐν ἀγαθοι̃ς ἔσται ὁ δὲ φυλάσσων ἐλέγχους σοφισθήσεται ὃς φυλάσσει τὰς ἑαυτου̃ ὁδούς τηρει̃ τὴν ἑαυτου̃ ψυχήν ἀγαπω̃ν δὲ ζωὴν αὐτου̃ φείσεται στόματος αὐτου̃
18 πρὸ συντριβη̃ς ἡγει̃ται ὕβρις πρὸ δὲ πτώματος κακοφροσύνη
19 κρείσσων πραΰθυμος μετὰ ταπεινώσεως ἢ ὃς διαιρει̃ται σκυ̃λα μετὰ ὑβριστω̃ν
20 συνετὸς ἐν πράγμασιν εὑρετὴς ἀγαθω̃ν πεποιθὼς δὲ ἐπὶ θεω̨̃ μακαριστός
21 τοὺς σοφοὺς καὶ συνετοὺς φαύλους καλου̃σιν οἱ δὲ γλυκει̃ς ἐν λόγω̨ πλείονα ἀκούσονται
22 πηγὴ ζωη̃ς ἔννοια τοι̃ς κεκτημένοις παιδεία δὲ ἀφρόνων κακή
23 καρδία σοφου̃ νοήσει τὰ ἀπὸ του̃ ἰδίου στόματος ἐπὶ δὲ χείλεσιν φορέσει ἐπιγνωμοσύνην
24 κηρία μέλιτος λόγοι καλοί γλύκασμα δὲ αὐτω̃ν ἴασις ψυχη̃ς
25 εἰσὶν ὁδοὶ δοκου̃σαι εἰ̃ναι ὀρθαὶ ἀνδρί τὰ μέντοι τελευται̃α αὐτω̃ν βλέπει εἰς πυθμένα ἅ̨δου
26 ἀνὴρ ἐν πόνοις πονει̃ ἑαυτω̨̃ καὶ ἐκβιάζεται ἑαυτου̃ τὴν ἀπώλειαν ὁ μέντοι σκολιὸς ἐπὶ τω̨̃ ἑαυτου̃ στόματι φορει̃ τὴν ἀπώλειαν
27 ἀνὴρ ἄφρων ὀρύσσει ἑαυτω̨̃ κακά ἐπὶ δὲ τω̃ν ἑαυτου̃ χειλέων θησαυρίζει πυ̃ρ
28 ἀνὴρ σκολιὸς διαπέμπεται κακὰ καὶ λαμπτη̃ρα δόλου πυρσεύει κακοι̃ς καὶ διαχωρίζει φίλους
29 ἀνὴρ παράνομος ἀποπειρα̃ται φίλων καὶ ἀπάγει αὐτοὺς ὁδοὺς οὐκ ἀγαθάς
30 στηρίζων ὀφθαλμοὺς αὐτου̃ λογίζεται διεστραμμένα ὁρίζει δὲ τοι̃ς χείλεσιν αὐτου̃ πάντα τὰ κακά οὑ̃τος κάμινός ἐστιν κακίας
31 στέφανος καυχήσεως γη̃ρας ἐν δὲ ὁδοι̃ς δικαιοσύνης εὑρίσκεται
32 κρείσσων ἀνὴρ μακρόθυμος ἰσχυρου̃ ὁ δὲ κρατω̃ν ὀργη̃ς κρείσσων καταλαμβανομένου πόλιν
33 εἰς κόλπους ἐπέρχεται πάντα τοι̃ς ἀδίκοις παρὰ δὲ κυρίου πάντα τὰ δίκαια
To view greek and slavonic text correctly you need to install Lucida Sans Unicode and Hirmos fonts. If your browser supports latest CSS3 standard, fonts will be auto-loaded, there's no need to install them.

Once registered, you can subscribe for any reading plans of the Bible.

Possibilities of personalized settings and other services for the already registered users are in the pipeline, therefore we advise you to register now (for free, of course).