1 κρείσσων ψωμὸς μεθ' ἡδονη̃ς ἐν εἰρήνη̨ ἢ οἰ̃κος πλήρης πολλω̃ν ἀγαθω̃ν καὶ ἀδίκων θυμάτων μετὰ μάχης |
2 οἰκέτης νοήμων κρατήσει δεσποτω̃ν ἀφρόνων ἐν δὲ ἀδελφοι̃ς διελει̃ται μέρη |
3 ὥσπερ δοκιμάζεται ἐν καμίνω̨ ἄργυρος καὶ χρυσός οὕτως ἐκλεκταὶ καρδίαι παρὰ κυρίω̨ |
4 κακὸς ὑπακούει γλώσσης παρανόμων δίκαιος δὲ οὐ προσέχει χείλεσιν ψευδέσιν |
5 ὁ καταγελω̃ν πτωχου̃ παροξύνει τὸν ποιήσαντα αὐτόν ὁ δὲ ἐπιχαίρων ἀπολλυμένω̨ οὐκ ἀθω̨ωθήσεται ὁ δὲ ἐπισπλαγχνιζόμενος ἐλεηθήσεται |
6 στέφανος γερόντων τέκνα τέκνων καύχημα δὲ τέκνων πατέρες αὐτω̃ν |
7 οὐχ ἁρμόσει ἄφρονι χείλη πιστὰ οὐδὲ δικαίω̨ χείλη ψευδη̃ |
8 μισθὸς χαρίτων ἡ παιδεία τοι̃ς χρωμένοις οὑ̃ δ' ἂν ἐπιστρέψη̨ εὐοδωθήσεται |
9 ὃς κρύπτει ἀδικήματα ζητει̃ φιλίαν ὃς δὲ μισει̃ κρύπτειν διίστησιν φίλους καὶ οἰκείους |
10 συντρίβει ἀπειλὴ καρδίαν φρονίμου ἄφρων δὲ μαστιγωθεὶς οὐκ αἰσθάνεται |
11 ἀντιλογίας ἐγείρει πα̃ς κακός ὁ δὲ κύριος ἄγγελον ἀνελεήμονα ἐκπέμψει αὐτω̨̃ |
12 ἐμπεσει̃ται μέριμνα ἀνδρὶ νοήμονι οἱ δὲ ἄφρονες διαλογιου̃νται κακά |
13 ὃς ἀποδίδωσιν κακὰ ἀντὶ ἀγαθω̃ν οὐ κινηθήσεται κακὰ ἐκ του̃ οἴκου αὐτου̃ |
14 ἐξουσίαν δίδωσιν λόγοις ἀρχὴ δικαιοσύνης προηγει̃ται δὲ τη̃ς ἐνδείας στάσις καὶ μάχη |
15 ὃς δίκαιον κρίνει τὸν ἄδικον ἄδικον δὲ τὸν δίκαιον ἀκάθαρτος καὶ βδελυκτὸς παρὰ θεω̨̃ |
16 ἵνα τί ὑπη̃ρξεν χρήματα ἄφρονι κτήσασθαι γὰρ σοφίαν ἀκάρδιος οὐ δυνήσεται |
17 εἰς πάντα καιρὸν φίλος ὑπαρχέτω σοι ἀδελφοὶ δὲ ἐν ἀνάγκαις χρήσιμοι ἔστωσαν τούτου γὰρ χάριν γεννω̃νται |
18 ἀνὴρ ἄφρων ἐπικροτει̃ καὶ ἐπιχαίρει ἑαυτω̨̃ ὡς καὶ ὁ ἐγγυώμενος ἐγγύη̨ τὸν ἑαυτου̃ φίλον |
19 φιλαμαρτήμων χαίρει μάχαις |
20 ὁ δὲ σκληροκάρδιος οὐ συναντα̨̃ ἀγαθοι̃ς ἀνὴρ εὐμετάβολος γλώσση̨ ἐμπεσει̃ται εἰς κακά |
21 καρδία δὲ ἄφρονος ὀδύνη τω̨̃ κεκτημένω̨ αὐτήν οὐκ εὐφραίνεται πατὴρ ἐπὶ υἱω̨̃ ἀπαιδεύτω̨ υἱὸς δὲ φρόνιμος εὐφραίνει μητέρα αὐτου̃ |
22 καρδία εὐφραινομένη εὐεκτει̃ν ποιει̃ ἀνδρὸς δὲ λυπηρου̃ ξηραίνεται τὰ ὀστα̃ |
23 λαμβάνοντος δω̃ρα ἐν κόλπω̨ ἀδίκως οὐ κατευοδου̃νται ὁδοί ἀσεβὴς δὲ ἐκκλίνει ὁδοὺς δικαιοσύνης |
24 πρόσωπον συνετὸν ἀνδρὸς σοφου̃ οἱ δὲ ὀφθαλμοὶ του̃ ἄφρονος ἐπ' ἄκρα γη̃ς |
25 ὀργὴ πατρὶ υἱὸς ἄφρων καὶ ὀδύνη τη̨̃ τεκούση̨ αὐτου̃ |
26 ζημιου̃ν ἄνδρα δίκαιον οὐ καλόν οὐδὲ ὅσιον ἐπιβουλεύειν δυνάσταις δικαίοις |
27 ὃς φείδεται ῥη̃μα προέσθαι σκληρόν ἐπιγνώμων μακρόθυμος δὲ ἀνὴρ φρόνιμος |
28 ἀνοήτω̨ ἐπερωτήσαντι σοφίαν σοφία λογισθήσεται ἐνεὸν δέ τις ἑαυτὸν ποιήσας δόξει φρόνιμος εἰ̃ναι |