Bible-Center
Whole Bible
Septuagint (gr)
Share

ΠΑΡΟΙΜΙΑΙ, κεφαλίς 18

προφάσεις ζητει̃ ἀνὴρ βουλόμενος χωρίζεσθαι ἀπὸ φίλων ἐν παντὶ δὲ καιρω̨̃ ἐπονείδιστος ἔσται
οὐ χρείαν ἔχει σοφίας ἐνδεὴς φρενω̃ν μα̃λλον γὰρ ἄγεται ἀφροσύνη̨
ὅταν ἔλθη̨ ἀσεβὴς εἰς βάθος κακω̃ν καταφρονει̃ ἐπέρχεται δὲ αὐτω̨̃ ἀτιμία καὶ ὄνειδος
ὕδωρ βαθὺ λόγος ἐν καρδία̨ ἀνδρός ποταμὸς δὲ ἀναπηδύει καὶ πηγὴ ζωη̃ς
θαυμάσαι πρόσωπον ἀσεβου̃ς οὐ καλόν οὐδὲ ὅσιον ἐκκλίνειν τὸ δίκαιον ἐν κρίσει
χείλη ἄφρονος ἄγουσιν αὐτὸν εἰς κακά τὸ δὲ στόμα αὐτου̃ τὸ θρασὺ θάνατον ἐπικαλει̃ται
στόμα ἄφρονος συντριβὴ αὐτω̨̃ τὰ δὲ χείλη αὐτου̃ παγὶς τη̨̃ ψυχη̨̃ αὐτου̃
ὀκνηροὺς καταβάλλει φόβος ψυχαὶ δὲ ἀνδρογύνων πεινάσουσιν
ὁ μὴ ἰώμενος ἑαυτὸν ἐν τοι̃ς ἔργοις αὐτου̃ ἀδελφός ἐστιν του̃ λυμαινομένου ἑαυτόν
10 ἐκ μεγαλωσύνης ἰσχύος ὄνομα κυρίου αὐτω̨̃ δὲ προσδραμόντες δίκαιοι ὑψου̃νται
11 ὕπαρξις πλουσίου ἀνδρὸς πόλις ὀχυρά ἡ δὲ δόξα αὐτη̃ς μέγα ἐπισκιάζει
12 πρὸ συντριβη̃ς ὑψου̃ται καρδία ἀνδρός καὶ πρὸ δόξης ταπεινου̃ται
13 ὃς ἀποκρίνεται λόγον πρὶν ἀκου̃σαι ἀφροσύνη αὐτω̨̃ ἐστιν καὶ ὄνειδος
14 θυμὸν ἀνδρὸς πραΰνει θεράπων φρόνιμος ὀλιγόψυχον δὲ ἄνδρα τίς ὑποίσει
15 καρδία φρονίμου κτα̃ται αἴσθησιν ὠ̃τα δὲ σοφω̃ν ζητει̃ ἔννοιαν
16 δόμα ἀνθρώπου ἐμπλατύνει αὐτὸν καὶ παρὰ δυνάσταις καθιζάνει αὐτόν
17 δίκαιος ἑαυτου̃ κατήγορος ἐν πρωτολογία̨ ὡς δ' ἂν ἐπιβάλη̨ ὁ ἀντίδικος ἐλέγχεται
18 ἀντιλογίας παύει κλη̃ρος ἐν δὲ δυνάσταις ὁρίζει
19 ἀδελφὸς ὑπὸ ἀδελφου̃ βοηθούμενος ὡς πόλις ὀχυρὰ καὶ ὑψηλή ἰσχύει δὲ ὥσπερ τεθεμελιωμένον βασίλειον
20 ἀπὸ καρπω̃ν στόματος ἀνὴρ πίμπλησιν κοιλίαν αὐτου̃ ἀπὸ δὲ καρπω̃ν χειλέων αὐτου̃ ἐμπλησθήσεται
21 θάνατος καὶ ζωὴ ἐν χειρὶ γλώσσης οἱ δὲ κρατου̃ντες αὐτη̃ς ἔδονται τοὺς καρποὺς αὐτη̃ς
22 ὃς εὑ̃ρεν γυναι̃κα ἀγαθήν εὑ̃ρεν χάριτας ἔλαβεν δὲ παρὰ θεου̃ ἱλαρότητα
To view greek and slavonic text correctly you need to install Lucida Sans Unicode and Hirmos fonts. If your browser supports latest CSS3 standard, fonts will be auto-loaded, there's no need to install them.

Once registered, you can subscribe for any reading plans of the Bible.

Possibilities of personalized settings and other services for the already registered users are in the pipeline, therefore we advise you to register now (for free, of course).