Bible-Center
Whole Bible
Septuagint (gr)
Share

ΠΑΡΟΙΜΙΑΙ, κεφαλίς 19

...
...
ἀφροσύνη ἀνδρὸς λυμαίνεται τὰς ὁδοὺς αὐτου̃ τὸν δὲ θεὸν αἰτια̃ται τη̨̃ καρδία̨ αὐτου̃
πλου̃τος προστίθησιν φίλους πολλούς ὁ δὲ πτωχὸς καὶ ἀπὸ του̃ ὑπάρχοντος φίλου λείπεται
μάρτυς ψευδὴς οὐκ ἀτιμώρητος ἔσται ὁ δὲ ἐγκαλω̃ν ἀδίκως οὐ διαφεύξεται
πολλοὶ θεραπεύουσιν πρόσωπα βασιλέων πα̃ς δὲ ὁ κακὸς γίνεται ὄνειδος ἀνδρί
πα̃ς ὃς ἀδελφὸν πτωχὸν μισει̃ καὶ φιλίας μακρὰν ἔσται ἔννοια ἀγαθὴ τοι̃ς εἰδόσιν αὐτὴν ἐγγιει̃ ἀνὴρ δὲ φρόνιμος εὑρήσει αὐτήν ὁ πολλὰ κακοποιω̃ν τελεσιουργει̃ κακίαν ὃς δὲ ἐρεθίζει λόγους οὐ σωθήσεται
ὁ κτώμενος φρόνησιν ἀγαπα̨̃ ἑαυτόν ὃς δὲ φυλάσσει φρόνησιν εὑρήσει ἀγαθά
μάρτυς ψευδὴς οὐκ ἀτιμώρητος ἔσται ὃς δ' ἂν ἐκκαύση̨ κακίαν ἀπολει̃ται ὑπ' αὐτη̃ς
10 οὐ συμφέρει ἄφρονι τρυφή καὶ ἐὰν οἰκέτης ἄρξηται μεθ' ὕβρεως δυναστεύειν
11 ἐλεήμων ἀνὴρ μακροθυμει̃ τὸ δὲ καύχημα αὐτου̃ ἐπέρχεται παρανόμοις
12 βασιλέως ἀπειλὴ ὁμοία βρυγμω̨̃ λέοντος ὥσπερ δὲ δρόσος ἐπὶ χόρτω̨ οὕτως τὸ ἱλαρὸν αὐτου̃
13 αἰσχύνη πατρὶ υἱὸς ἄφρων καὶ οὐχ ἁγναὶ εὐχαὶ ἀπὸ μισθώματος ἑταίρας
14 οἰ̃κον καὶ ὕπαρξιν μερίζουσιν πατέρες παισίν παρὰ δὲ θεου̃ ἁρμόζεται γυνὴ ἀνδρί
15 δειλία κατέχει ἀνδρογύναιον ψυχὴ δὲ ἀεργου̃ πεινάσει
16 ὃς φυλάσσει ἐντολήν τηρει̃ τὴν ἑαυτου̃ ψυχήν ὁ δὲ καταφρονω̃ν τω̃ν ἑαυτου̃ ὁδω̃ν ἀπολει̃ται
17 δανίζει θεω̨̃ ὁ ἐλεω̃ν πτωχόν κατὰ δὲ τὸ δόμα αὐτου̃ ἀνταποδώσει αὐτω̨̃
18 παίδευε υἱόν σου οὕτως γὰρ ἔσται εὔελπις εἰς δὲ ὕβριν μὴ ἐπαίρου τη̨̃ ψυχη̨̃ σου
19 κακόφρων ἀνὴρ πολλὰ ζημιωθήσεται ἐὰν δὲ λοιμεύηται καὶ τὴν ψυχὴν αὐτου̃ προσθήσει
20 ἄκουε υἱέ παιδείαν πατρός σου ἵνα σοφὸς γένη̨ ἐπ' ἐσχάτων σου
21 πολλοὶ λογισμοὶ ἐν καρδία̨ ἀνδρός ἡ δὲ βουλὴ του̃ κυρίου εἰς τὸν αἰω̃να μένει
22 καρπὸς ἀνδρὶ ἐλεημοσύνη κρείσσων δὲ πτωχὸς δίκαιος ἢ πλούσιος ψεύστης
23 φόβος κυρίου εἰς ζωὴν ἀνδρί ὁ δὲ ἄφοβος αὐλισθήσεται ἐν τόποις οὑ̃ οὐκ ἐπισκοπει̃ται γνω̃σις
24 ὁ ἐγκρύπτων εἰς τὸν κόλπον αὐτου̃ χει̃ρας ἀδίκως οὐδὲ τω̨̃ στόματι οὐ μὴ προσαγάγη̨ αὐτάς
25 λοιμου̃ μαστιγουμένου ἄφρων πανουργότερος γίνεται ἐὰν δὲ ἐλέγχη̨ς ἄνδρα φρόνιμον νοήσει αἴσθησιν
26 ὁ ἀτιμάζων πατέρα καὶ ἀπωθούμενος μητέρα αὐτου̃ καταισχυνθήσεται καὶ ἐπονείδιστος ἔσται
27 υἱὸς ἀπολειπόμενος φυλάξαι παιδείαν πατρὸς μελετήσει ῥήσεις κακάς
28 ὁ ἐγγυώμενος παι̃δα ἄφρονα καθυβρίζει δικαίωμα στόμα δὲ ἀσεβω̃ν καταπίεται κρίσεις
29 ἑτοιμάζονται ἀκολάστοις μάστιγες καὶ τιμωρίαι ὤμοις ἀφρόνων
To view greek and slavonic text correctly you need to install Lucida Sans Unicode and Hirmos fonts. If your browser supports latest CSS3 standard, fonts will be auto-loaded, there's no need to install them.

Once registered, you can subscribe for any reading plans of the Bible.

Possibilities of personalized settings and other services for the already registered users are in the pipeline, therefore we advise you to register now (for free, of course).