Bible-Center
Whole Bible
Septuagint (gr)
Share

ΠΑΡΟΙΜΙΑΙ, κεφαλίς 20

ἀκόλαστον οἰ̃νος καὶ ὑβριστικὸν μέθη πα̃ς δὲ ὁ συμμειγνύμενος αὐτη̨̃ οὐκ ἔσται σοφός
οὐ διαφέρει ἀπειλὴ βασιλέως θυμου̃ λέοντος ὁ δὲ παροξύνων αὐτὸν ἁμαρτάνει εἰς τὴν ἑαυτου̃ ψυχήν
δόξα ἀνδρὶ ἀποστρέφεσθαι λοιδορίας πα̃ς δὲ ἄφρων τοιούτοις συμπλέκεται
ὀνειδιζόμενος ὀκνηρὸς οὐκ αἰσχύνεται ὡσαύτως καὶ ὁ δανιζόμενος σι̃τον ἐν ἀμήτω̨
ὕδωρ βαθὺ βουλὴ ἐν καρδία̨ ἀνδρός ἀνὴρ δὲ φρόνιμος ἐξαντλήσει αὐτήν
μέγα ἄνθρωπος καὶ τίμιον ἀνὴρ ἐλεήμων ἄνδρα δὲ πιστὸν ἔργον εὑρει̃ν
ὃς ἀναστρέφεται ἄμωμος ἐν δικαιοσύνη̨ μακαρίους τοὺς παι̃δας αὐτου̃ καταλείψει
ὅταν βασιλεὺς δίκαιος καθίση̨ ἐπὶ θρόνου οὐκ ἐναντιου̃ται ἐν ὀφθαλμοι̃ς αὐτου̃ πα̃ν πονηρόν
τίς καυχήσεται ἁγνὴν ἔχειν τὴν καρδίαν ἢ τίς παρρησιάσεται καθαρὸς εἰ̃ναι ἀπὸ ἁμαρτιω̃ν
10 στάθμιον μέγα καὶ μικρὸν καὶ μέτρα δισσά ἀκάθαρτα ἐνώπιον κυρίου καὶ ἀμφότερα
11 καὶ ὁ ποιω̃ν αὐτὰ ἐν τοι̃ς ἐπιτηδεύμασιν αὐτου̃ συμποδισθήσεται νεανίσκος μετὰ ὁσίου καὶ εὐθει̃α ἡ ὁδὸς αὐτου̃
12 οὐ̃ς ἀκούει καὶ ὀφθαλμὸς ὁρα̨̃ κυρίου ἔργα καὶ ἀμφότερα
13 μὴ ἀγάπα καταλαλει̃ν ἵνα μὴ ἐξαρθη̨̃ς διάνοιξον τοὺς ὀφθαλμούς σου καὶ ἐμπλήσθητι ἄρτων
14 ...
15 ...
16 ...
17 ...
18 ...
19 ...
20 ...
21 ...
22 ...
23 βδέλυγμα κυρίω̨ δισσὸν στάθμιον καὶ ζυγὸς δόλιος οὐ καλὸν ἐνώπιον αὐτου̃
24 παρὰ κυρίου εὐθύνεται τὰ διαβήματα ἀνδρί θνητὸς δὲ πω̃ς ἂν νοήσαι τὰς ὁδοὺς αὐτου̃
25 παγὶς ἀνδρὶ ταχύ τι τω̃ν ἰδίων ἁγιάσαι μετὰ γὰρ τὸ εὔξασθαι μετανοει̃ν γίνεται
26 λικμήτωρ ἀσεβω̃ν βασιλεὺς σοφὸς καὶ ἐπιβαλει̃ αὐτοι̃ς τροχόν
27 φω̃ς κυρίου πνοὴ ἀνθρώπων ὃς ἐρευνα̨̃ ταμίεια κοιλίας
28 ἐλεημοσύνη καὶ ἀλήθεια φυλακὴ βασιλει̃ καὶ περικυκλώσουσιν ἐν δικαιοσύνη̨ τὸν θρόνον αὐτου̃
29 κόσμος νεανίαις σοφία δόξα δὲ πρεσβυτέρων πολιαί
30 ὑπώπια καὶ συντρίμματα συναντα̨̃ κακοι̃ς πληγαὶ δὲ εἰς ταμίεια κοιλίας
To view greek and slavonic text correctly you need to install Lucida Sans Unicode and Hirmos fonts. If your browser supports latest CSS3 standard, fonts will be auto-loaded, there's no need to install them.

Once registered, you can subscribe for any reading plans of the Bible.

Possibilities of personalized settings and other services for the already registered users are in the pipeline, therefore we advise you to register now (for free, of course).