1 ὥσπερ ὁρμὴ ὕδατος οὕτως καρδία βασιλέως ἐν χειρὶ θεου̃ οὑ̃ ἐὰν θέλων νεύση̨ ἐκει̃ ἔκλινεν αὐτήν |
2 πα̃ς ἀνὴρ φαίνεται ἑαυτω̨̃ δίκαιος κατευθύνει δὲ καρδίας κύριος |
3 ποιει̃ν δίκαια καὶ ἀληθεύειν ἀρεστὰ παρὰ θεω̨̃ μα̃λλον ἢ θυσιω̃ν αἱ̃μα |
4 μεγαλόφρων ἐφ' ὕβρει θρασυκάρδιος λαμπτὴρ δὲ ἀσεβω̃ν ἁμαρτία |
|
6 ὁ ἐνεργω̃ν θησαυρίσματα γλώσση̨ ψευδει̃ μάταια διώκει ἐπὶ παγίδας θανάτου |
7 ὄλεθρος ἀσεβέσιν ἐπιξενωθήσεται οὐ γὰρ βούλονται πράσσειν τὰ δίκαια |
8 πρὸς τοὺς σκολιοὺς σκολιὰς ὁδοὺς ἀποστέλλει ὁ θεός ἁγνὰ γὰρ καὶ ὀρθὰ τὰ ἔργα αὐτου̃ |
9 κρει̃σσον οἰκει̃ν ἐπὶ γωνίας ὑπαίθρου ἢ ἐν κεκονιαμένοις μετὰ ἀδικίας καὶ ἐν οἴκω̨ κοινω̨̃ |
10 ψυχὴ ἀσεβου̃ς οὐκ ἐλεηθήσεται ὑπ' οὐδενὸς τω̃ν ἀνθρώπων |
11 ζημιουμένου ἀκολάστου πανουργότερος γίνεται ὁ ἄκακος συνίων δὲ σοφὸς δέξεται γνω̃σιν |
12 συνίει δίκαιος καρδίας ἀσεβω̃ν καὶ φαυλίζει ἀσεβει̃ς ἐν κακοι̃ς |
13 ὃς φράσσει τὰ ὠ̃τα του̃ μὴ ἐπακου̃σαι ἀσθενου̃ς καὶ αὐτὸς ἐπικαλέσεται καὶ οὐκ ἔσται ὁ εἰσακούων |
14 δόσις λάθριος ἀνατρέπει ὀργάς δώρων δὲ ὁ φειδόμενος θυμὸν ἐγείρει ἰσχυρόν |
15 εὐφροσύνη δικαίων ποιει̃ν κρίμα ὅσιος δὲ ἀκάθαρτος παρὰ κακούργοις |
16 ἀνὴρ πλανώμενος ἐξ ὁδου̃ δικαιοσύνης ἐν συναγωγη̨̃ γιγάντων ἀναπαύσεται |
17 ἀνὴρ ἐνδεὴς ἀγαπα̨̃ εὐφροσύνην φιλω̃ν οἰ̃νον καὶ ἔλαιον εἰς πλου̃τον |
18 περικάθαρμα δὲ δικαίου ἄνομος |
19 κρει̃σσον οἰκει̃ν ἐν γη̨̃ ἐρήμω̨ ἢ μετὰ γυναικὸς μαχίμου καὶ γλωσσώδους καὶ ὀργίλου |
20 θησαυρὸς ἐπιθυμητὸς ἀναπαύσεται ἐπὶ στόματος σοφου̃ ἄφρονες δὲ ἄνδρες καταπίονται αὐτόν |
21 ὁδὸς δικαιοσύνης καὶ ἐλεημοσύνης εὑρήσει ζωὴν καὶ δόξαν |
22 πόλεις ὀχυρὰς ἐπέβη σοφὸς καὶ καθει̃λεν τὸ ὀχύρωμα ἐφ' ὡ̨̃ ἐπεποίθεισαν οἱ ἀσεβει̃ς |
23 ὃς φυλάσσει τὸ στόμα αὐτου̃ καὶ τὴν γλω̃σσαν διατηρει̃ ἐκ θλίψεως τὴν ψυχὴν αὐτου̃ |
24 θρασὺς καὶ αὐθάδης καὶ ἀλαζὼν λοιμὸς καλει̃ται ὃς δὲ μνησικακει̃ παράνομος |
25 ἐπιθυμίαι ὀκνηρὸν ἀποκτείνουσιν οὐ γὰρ προαιρου̃νται αἱ χει̃ρες αὐτου̃ ποιει̃ν τι |
26 ἀσεβὴς ἐπιθυμει̃ ὅλην τὴν ἡμέραν ἐπιθυμίας κακάς ὁ δὲ δίκαιος ἐλεα̨̃ καὶ οἰκτίρει ἀφειδω̃ς |
27 θυσίαι ἀσεβω̃ν βδέλυγμα κυρίω̨ καὶ γὰρ παρανόμως προσφέρουσιν αὐτάς |
28 μάρτυς ψευδὴς ἀπολει̃ται ἀνὴρ δὲ ὑπήκοος φυλασσόμενος λαλήσει |
29 ἀσεβὴς ἀνὴρ ἀναιδω̃ς ὑφίσταται προσώπω̨ ὁ δὲ εὐθὴς αὐτὸς συνίει τὰς ὁδοὺς αὐτου̃ |
30 οὐκ ἔστιν σοφία οὐκ ἔστιν ἀνδρεία οὐκ ἔστιν βουλὴ πρὸς τὸν ἀσεβη̃ |
31 ἵππος ἑτοιμάζεται εἰς ἡμέραν πολέμου παρὰ δὲ κυρίου ἡ βοήθεια |