Bible-Center
Whole Bible
Septuagint (gr)
Share

ΠΑΡΟΙΜΙΑΙ, κεφαλίς 22

αἱρετώτερον ὄνομα καλὸν ἢ πλου̃τος πολύς ὑπὲρ δὲ ἀργύριον καὶ χρυσίον χάρις ἀγαθή
πλούσιος καὶ πτωχὸς συνήντησαν ἀλλήλοις ἀμφοτέρους δὲ ὁ κύριος ἐποίησεν
πανου̃ργος ἰδὼν πονηρὸν τιμωρούμενον κραταιω̃ς αὐτὸς παιδεύεται οἱ δὲ ἄφρονες παρελθόντες ἐζημιώθησαν
γενεὰ σοφίας φόβος κυρίου καὶ πλου̃τος καὶ δόξα καὶ ζωή
τρίβολοι καὶ παγίδες ἐν ὁδοι̃ς σκολιαι̃ς ὁ δὲ φυλάσσων τὴν ἑαυτου̃ ψυχὴν ἀφέξεται αὐτω̃ν
...
πλούσιοι πτωχω̃ν ἄρξουσιν καὶ οἰκέται ἰδίοις δεσπόταις δανιου̃σιν
ὁ σπείρων φαυ̃λα θερίσει κακά πληγὴν δὲ ἔργων αὐτου̃ συντελέσει
ὁ ἐλεω̃ν πτωχὸν αὐτὸς διατραφήσεται τω̃ν γὰρ ἑαυτου̃ ἄρτων ἔδωκεν τω̨̃ πτωχω̨̃
10 ἔκβαλε ἐκ συνεδρίου λοιμόν καὶ συνεξελεύσεται αὐτω̨̃ νει̃κος ὅταν γὰρ καθίση̨ ἐν συνεδρίω̨ πάντας ἀτιμάζει
11 ἀγαπα̨̃ κύριος ὁσίας καρδίας δεκτοὶ δὲ αὐτω̨̃ πάντες ἄμωμοι χείλεσιν ποιμαίνει βασιλεύς
12 οἱ δὲ ὀφθαλμοὶ κυρίου διατηρου̃σιν αἴσθησιν φαυλίζει δὲ λόγους παράνομος
13 προφασίζεται καὶ λέγει ὀκνηρός λέων ἐν ται̃ς ὁδοι̃ς ἐν δὲ ται̃ς πλατείαις φονευταί
14 βόθρος βαθὺς στόμα παρανόμου ὁ δὲ μισηθεὶς ὑπὸ κυρίου ἐμπεσει̃ται εἰς αὐτόν
15 ἄνοια ἐξη̃πται καρδίας νέου ῥάβδος δὲ καὶ παιδεία μακρὰν ἀπ' αὐτου̃
16 ὁ συκοφαντω̃ν πένητα πολλὰ ποιει̃ τὰ ἑαυτου̃ δίδωσιν δὲ πλουσίω̨ ἐπ' ἐλάσσονι
17 λόγοις σοφω̃ν παράβαλλε σὸν οὐ̃ς καὶ ἄκουε ἐμὸν λόγον τὴν δὲ σὴν καρδίαν ἐπίστησον ἵνα γνω̨̃ς ὅτι καλοί εἰσιν
18 καὶ ἐὰν ἐμβάλη̨ς αὐτοὺς εἰς τὴν καρδίαν σου εὐφρανου̃σίν σε ἅμα ἐπὶ σοι̃ς χείλεσιν
19 ἵνα σου γένηται ἐπὶ κύριον ἡ ἐλπὶς καὶ γνωρίση̨ σοι τὴν ὁδὸν αὐτου̃
20 καὶ σὺ δὲ ἀπόγραψαι αὐτὰ σεαυτω̨̃ τρισσω̃ς εἰς βουλὴν καὶ γνω̃σιν ἐπὶ τὸ πλάτος τη̃ς καρδίας σου
21 διδάσκω οὐ̃ν σε ἀληθη̃ λόγον καὶ γνω̃σιν ἀγαθὴν ὑπακούειν του̃ ἀποκρίνεσθαι λόγους ἀληθείας τοι̃ς προβαλλομένοις σοι
22 μὴ ἀποβιάζου πένητα πτωχὸς γάρ ἐστιν καὶ μὴ ἀτιμάση̨ς ἀσθενη̃ ἐν πύλαις
23 ὁ γὰρ κύριος κρινει̃ αὐτου̃ τὴν κρίσιν καὶ ῥύση̨ σὴν ἄσυλον ψυχήν
24 μὴ ἴσθι ἑται̃ρος ἀνδρὶ θυμώδει φίλω̨ δὲ ὀργίλω̨ μὴ συναυλίζου
25 μήποτε μάθη̨ς τω̃ν ὁδω̃ν αὐτου̃ καὶ λάβη̨ς βρόχους τη̨̃ ση̨̃ ψυχη̨̃
26 μὴ δίδου σεαυτὸν εἰς ἐγγύην αἰσχυνόμενος πρόσωπον
27 ἐὰν γὰρ μὴ ἔχη̨ς πόθεν ἀποτείση̨ς λήμψονται τὸ στρω̃μα τὸ ὑπὸ τὰς πλευράς σου
28 μὴ μέταιρε ὅρια αἰώνια ἃ ἔθεντο οἱ πατέρες σου
29 ὁρατικὸν ἄνδρα καὶ ὀξὺν ἐν τοι̃ς ἔργοις αὐτου̃ βασιλευ̃σι δει̃ παρεστάναι καὶ μὴ παρεστάναι ἀνδράσι νωθροι̃ς
To view greek and slavonic text correctly you need to install Lucida Sans Unicode and Hirmos fonts. If your browser supports latest CSS3 standard, fonts will be auto-loaded, there's no need to install them.

Once registered, you can subscribe for any reading plans of the Bible.

Possibilities of personalized settings and other services for the already registered users are in the pipeline, therefore we advise you to register now (for free, of course).