1 ἐὰν καθίση̨ς δειπνει̃ν ἐπὶ τραπέζης δυναστω̃ν νοητω̃ς νόει τὰ παρατιθέμενά σοι |
2 καὶ ἐπίβαλλε τὴν χει̃ρά σου εἰδὼς ὅτι τοιαυ̃τά σε δει̃ παρασκευάσαι |
3 εἰ δὲ ἀπληστότερος εἰ̃ μὴ ἐπιθύμει τω̃ν ἐδεσμάτων αὐτου̃ ταυ̃τα γὰρ ἔχεται ζωη̃ς ψευδου̃ς |
4 μὴ παρεκτείνου πένης ὢν πλουσίω̨ τη̨̃ δὲ ση̨̃ ἐννοία̨ ἀπόσχου |
5 ἐὰν ἐπιστήση̨ς τὸ σὸν ὄμμα πρὸς αὐτόν οὐδαμου̃ φανει̃ται κατεσκεύασται γὰρ αὐτω̨̃ πτέρυγες ὥσπερ ἀετου̃ καὶ ὑποστρέφει εἰς τὸν οἰ̃κον του̃ προεστηκότος αὐτου̃ |
6 μὴ συνδείπνει ἀνδρὶ βασκάνω̨ μηδὲ ἐπιθύμει τω̃ν βρωμάτων αὐτου̃ |
7 ὃν τρόπον γὰρ εἴ τις καταπίοι τρίχα οὕτως ἐσθίει καὶ πίνει |
8 μηδὲ πρὸς σὲ εἰσαγάγη̨ς αὐτὸν καὶ φάγη̨ς τὸν ψωμόν σου μετ' αὐτου̃ ἐξεμέσει γὰρ αὐτὸν καὶ λυμανει̃ται τοὺς λόγους σου τοὺς καλούς |
9 εἰς ὠ̃τα ἄφρονος μηδὲν λέγε μήποτε μυκτηρίση̨ τοὺς συνετοὺς λόγους σου |
10 μὴ μεταθη̨̃ς ὅρια αἰώνια εἰς δὲ κτη̃μα ὀρφανω̃ν μὴ εἰσέλθη̨ς |
11 ὁ γὰρ λυτρούμενος αὐτοὺς κύριος κραταιός ἐστιν καὶ κρινει̃ τὴν κρίσιν αὐτω̃ν μετὰ σου̃ |
12 δὸς εἰς παιδείαν τὴν καρδίαν σου τὰ δὲ ὠ̃τά σου ἑτοίμασον λόγοις αἰσθήσεως |
13 μὴ ἀπόσχη̨ νήπιον παιδεύειν ὅτι ἐὰν πατάξη̨ς αὐτὸν ῥάβδω̨ οὐ μὴ ἀποθάνη̨ |
14 σὺ μὲν γὰρ πατάξεις αὐτὸν ῥάβδω̨ τὴν δὲ ψυχὴν αὐτου̃ ἐκ θανάτου ῥύση̨ |
15 υἱέ ἐὰν σοφὴ γένηταί σου ἡ καρδία εὐφρανει̃ς καὶ τὴν ἐμὴν καρδίαν |
16 καὶ ἐνδιατρίψει λόγοις τὰ σὰ χείλη πρὸς τὰ ἐμὰ χείλη ἐὰν ὀρθὰ ὠ̃σιν |
17 μὴ ζηλούτω ἡ καρδία σου ἁμαρτωλούς ἀλλὰ ἐν φόβω̨ κυρίου ἴσθι ὅλην τὴν ἡμέραν |
18 ἐὰν γὰρ τηρήση̨ς αὐτά ἔσται σοι ἔκγονα ἡ δὲ ἐλπίς σου οὐκ ἀποστήσεται |
19 ἄκουε υἱέ καὶ σοφὸς γίνου καὶ κατεύθυνε ἐννοίας ση̃ς καρδίας |
20 μὴ ἴσθι οἰνοπότης μηδὲ ἐκτείνου συμβολαι̃ς κρεω̃ν τε ἀγορασμοι̃ς |
21 πα̃ς γὰρ μέθυσος καὶ πορνοκόπος πτωχεύσει καὶ ἐνδύσεται διερρηγμένα καὶ ῥακώδη πα̃ς ὑπνώδης |
22 ἄκουε υἱέ πατρὸς του̃ γεννήσαντός σε καὶ μὴ καταφρόνει ὅτι γεγήρακέν σου ἡ μήτηρ |
|
24 καλω̃ς ἐκτρέφει πατὴρ δίκαιος ἐπὶ δὲ υἱω̨̃ σοφω̨̃ εὐφραίνεται ἡ ψυχὴ αὐτου̃ |
25 εὐφραινέσθω ὁ πατὴρ καὶ ἡ μήτηρ ἐπὶ σοί καὶ χαιρέτω ἡ τεκου̃σά σε |
26 δός μοι υἱέ σὴν καρδίαν οἱ δὲ σοὶ ὀφθαλμοὶ ἐμὰς ὁδοὺς τηρείτωσαν |
27 πίθος γὰρ τετρημένος ἐστὶν ἀλλότριος οἰ̃κος καὶ φρέαρ στενὸν ἀλλότριον |
28 οὑ̃τος γὰρ συντόμως ἀπολει̃ται καὶ πα̃ς παράνομος ἀναλωθήσεται |
29 τίνι οὐαί τίνι θόρυβος τίνι κρίσις τίνι ἀηδίαι καὶ λέσχαι τίνι συντρίμματα διὰ κενη̃ς τίνος πέλειοι οἱ ὀφθαλμοί |
30 οὐ τω̃ν ἐγχρονιζόντων ἐν οἴνοις οὐ τω̃ν ἰχνευόντων που̃ πότοι γίνονται |
31 μὴ μεθύσκεσθε οἴνω̨ ἀλλὰ ὁμιλει̃τε ἀνθρώποις δικαίοις καὶ ὁμιλει̃τε ἐν περιπάτοις ἐὰν γὰρ εἰς τὰς φιάλας καὶ τὰ ποτήρια δω̨̃ς τοὺς ὀφθαλμούς σου ὕστερον περιπατήσεις γυμνότερος ὑπέρου |
32 τὸ δὲ ἔσχατον ὥσπερ ὑπὸ ὄφεως πεπληγὼς ἐκτείνεται καὶ ὥσπερ ὑπὸ κεράστου διαχει̃ται αὐτω̨̃ ὁ ἰός |
33 οἱ ὀφθαλμοί σου ὅταν ἴδωσιν ἀλλοτρίαν τὸ στόμα σου τότε λαλήσει σκολιά |
34 καὶ κατακείση̨ ὥσπερ ἐν καρδία̨ θαλάσσης καὶ ὥσπερ κυβερνήτης ἐν πολλω̨̃ κλύδωνι |
35 ἐρει̃ς δέ τύπτουσίν με καὶ οὐκ ἐπόνεσα καὶ ἐνέπαιξάν μοι ἐγὼ δὲ οὐκ ἤ̨δειν πότε ὄρθρος ἔσται ἵνα ἐλθὼν ζητήσω μεθ' ὡ̃ν συνελεύσομαι |