1 αὑ̃ται αἱ παιδει̃αι σαλωμω̃ντος αἱ ἀδιάκριτοι ἃς ἐξεγράψαντο οἱ φίλοι Εζεκιου του̃ βασιλέως τη̃ς Ιουδαίας |
2 δόξα θεου̃ κρύπτει λόγον δόξα δὲ βασιλέως τιμα̨̃ πράγματα |
3 οὐρανὸς ὑψηλός γη̃ δὲ βαθει̃α καρδία δὲ βασιλέως ἀνεξέλεγκτος |
4 τύπτε ἀδόκιμον ἀργύριον καὶ καθαρισθήσεται καθαρὸν ἅπαν |
5 κτει̃νε ἀσεβει̃ς ἐκ προσώπου βασιλέως καὶ κατορθώσει ἐν δικαιοσύνη̨ ὁ θρόνος αὐτου̃ |
6 μὴ ἀλαζονεύου ἐνώπιον βασιλέως μηδὲ ἐν τόποις δυναστω̃ν ὑφίστασο |
7 κρει̃σσον γάρ σοι τὸ ῥηθη̃ναι ἀνάβαινε πρός με ἢ ταπεινω̃σαί σε ἐν προσώπω̨ δυνάστου ἃ εἰ̃δον οἱ ὀφθαλμοί σου λέγε |
8 μὴ πρόσπιπτε εἰς μάχην ταχέως ἵνα μὴ μεταμεληθη̨̃ς ἐπ' ἐσχάτων ἡνίκα ἄν σε ὀνειδίση̨ ὁ σὸς φίλος |
9 ἀναχώρει εἰς τὰ ὀπίσω μὴ καταφρόνει |
10 μή σε ὀνειδίση̨ μὲν ὁ φίλος ἡ δὲ μάχη σου καὶ ἡ ἔχθρα οὐκ ἀπέσται ἀλλ' ἔσται σοι ἴση θανάτω̨ |
11 μη̃λον χρυσου̃ν ἐν ὁρμίσκω̨ σαρδίου οὕτως εἰπει̃ν λόγον |
12 εἰς ἐνώτιον χρυσου̃ν σάρδιον πολυτελὲς δέδεται λόγος σοφὸς εἰς εὐήκοον οὐ̃ς |
13 ὥσπερ ἔξοδος χιόνος ἐν ἀμήτω̨ κατὰ καυ̃μα ὠφελει̃ οὕτως ἄγγελος πιστὸς τοὺς ἀποστείλαντας αὐτόν ψυχὰς γὰρ τω̃ν αὐτω̨̃ χρωμένων ὠφελει̃ |
14 ὥσπερ ἄνεμοι καὶ νέφη καὶ ὑετοὶ ἐπιφανέστατοι οὕτως οἱ καυχώμενοι ἐπὶ δόσει ψευδει̃ |
15 ἐν μακροθυμία̨ εὐοδία βασιλευ̃σιν γλω̃σσα δὲ μαλακὴ συντρίβει ὀστα̃ |
16 μέλι εὑρὼν φάγε τὸ ἱκανόν μήποτε πλησθεὶς ἐξεμέση̨ς |
17 σπάνιον εἴσαγε σὸν πόδα πρὸς τὸν σεαυτου̃ φίλον μήποτε πλησθείς σου μισήση̨ σε |
18 ῥόπαλον καὶ μάχαιρα καὶ τόξευμα ἀκιδωτόν οὕτως καὶ ἀνὴρ ὁ καταμαρτυρω̃ν του̃ φίλου αὐτου̃ μαρτυρίαν ψευδη̃ |
19 ὀδοὺς κακου̃ καὶ ποὺς παρανόμου ὀλει̃ται ἐν ἡμέρα̨ κακη̨̃ |
20 ὥσπερ ὄξος ἕλκει ἀσύμφορον οὕτως προσπεσὸν πάθος ἐν σώματι καρδίαν λυπει̃ |
21 ἐὰν πεινα̨̃ ὁ ἐχθρός σου τρέφε αὐτόν ἐὰν διψα̨̃ πότιζε αὐτόν |
22 του̃το γὰρ ποιω̃ν ἄνθρακας πυρὸς σωρεύσεις ἐπὶ τὴν κεφαλὴν αὐτου̃ ὁ δὲ κύριος ἀνταποδώσει σοι ἀγαθά |
23 ἄνεμος βορέας ἐξεγείρει νέφη πρόσωπον δὲ ἀναιδὲς γλω̃σσαν ἐρεθίζει |
24 κρει̃ττον οἰκει̃ν ἐπὶ γωνίας δώματος ἢ μετὰ γυναικὸς λοιδόρου ἐν οἰκία̨ κοινη̨̃ |
25 ὥσπερ ὕδωρ ψυχρὸν ψυχη̨̃ διψώση̨ προσηνές οὕτως ἀγγελία ἀγαθὴ ἐκ γη̃ς μακρόθεν |
26 ὥσπερ εἴ τις πηγὴν φράσσοι καὶ ὕδατος ἔξοδον λυμαίνοιτο οὕτως ἄκοσμον δίκαιον πεπτωκέναι ἐνώπιον ἀσεβου̃ς |
27 ἐσθίειν μέλι πολὺ οὐ καλόν τιμα̃ν δὲ χρὴ λόγους ἐνδόξους |
28 ὥσπερ πόλις τὰ τείχη καταβεβλημένη καὶ ἀτείχιστος οὕτως ἀνὴρ ὃς οὐ μετὰ βουλη̃ς τι πράσσει |