ΨΑΛΜΟΙ,
ψαλμὀς 16
1 προσευχὴ του̃ Δαυιδ εἰσάκουσον κύριε τη̃ς δικαιοσύνης μου πρόσχες τη̨̃ δεήσει μου ἐνώτισαι τη̃ς προσευχη̃ς μου οὐκ ἐν χείλεσιν δολίοις |
2 ἐκ προσώπου σου τὸ κρίμα μου ἐξέλθοι οἱ ὀφθαλμοί μου ἰδέτωσαν εὐθύτητας |
3 ἐδοκίμασας τὴν καρδίαν μου ἐπεσκέψω νυκτός ἐπύρωσάς με καὶ οὐχ εὑρέθη ἐν ἐμοὶ ἀδικία |
4 ὅπως ἂν μὴ λαλήση̨ τὸ στόμα μου τὰ ἔργα τω̃ν ἀνθρώπων διὰ τοὺς λόγους τω̃ν χειλέων σου ἐγὼ ἐφύλαξα ὁδοὺς σκληράς |
5 κατάρτισαι τὰ διαβήματά μου ἐν ται̃ς τρίβοις σου ἵνα μὴ σαλευθω̃σιν τὰ διαβήματά μου |
6 ἐγὼ ἐκέκραξα ὅτι ἐπήκουσάς μου ὁ θεός κλι̃νον τὸ οὐ̃ς σου ἐμοὶ καὶ εἰσάκουσον τω̃ν ῥημάτων μου |
7 θαυμάστωσον τὰ ἐλέη σου ὁ σώ̨ζων τοὺς ἐλπίζοντας ἐπὶ σὲ ἐκ τω̃ν ἀνθεστηκότων τη̨̃ δεξια̨̃ σου |
8 φύλαξόν με ὡς κόραν ὀφθαλμου̃ ἐν σκέπη̨ τω̃ν πτερύγων σου σκεπάσεις με |
9 ἀπὸ προσώπου ἀσεβω̃ν τω̃ν ταλαιπωρησάντων με οἱ ἐχθροί μου τὴν ψυχήν μου περιέσχον |
10 τὸ στέαρ αὐτω̃ν συνέκλεισαν τὸ στόμα αὐτω̃ν ἐλάλησεν ὑπερηφανίαν |
11 ἐκβάλλοντές με νυνὶ περιεκύκλωσάν με τοὺς ὀφθαλμοὺς αὐτω̃ν ἔθεντο ἐκκλι̃ναι ἐν τη̨̃ γη̨̃ |
12 ὑπέλαβόν με ὡσεὶ λέων ἕτοιμος εἰς θήραν καὶ ὡσεὶ σκύμνος οἰκω̃ν ἐν ἀποκρύφοις |
13 ἀνάστηθι κύριε πρόφθασον αὐτοὺς καὶ ὑποσκέλισον αὐτούς ῥυ̃σαι τὴν ψυχήν μου ἀπὸ ἀσεβου̃ς ῥομφαίαν σου ἀπὸ ἐχθρω̃ν τη̃ς χειρός σου |
14 κύριε ἀπὸ ὀλίγων ἀπὸ γη̃ς διαμέρισον αὐτοὺς ἐν τη̨̃ ζωη̨̃ αὐτω̃ν καὶ τω̃ν κεκρυμμένων σου ἐπλήσθη ἡ γαστὴρ αὐτω̃ν ἐχορτάσθησαν υἱω̃ν καὶ ἀφη̃καν τὰ κατάλοιπα τοι̃ς νηπίοις αὐτω̃ν |
15 ἐγὼ δὲ ἐν δικαιοσύνη̨ ὀφθήσομαι τω̨̃ προσώπω̨ σου χορτασθήσομαι ἐν τω̨̃ ὀφθη̃ναι τὴν δόξαν σου |
To view greek and slavonic text correctly you need to install
Lucida Sans Unicode and
Hirmos fonts. If your browser supports latest CSS3 standard, fonts will be auto-loaded, there's no need to install them.