1 εἰς τὸ τέλος ὑπὲρ τη̃ς ἀντιλήμψεως τη̃ς ἑωθινη̃ς ψαλμὸς τω̨̃ Δαυιδ |
2 ὁ θεὸς ὁ θεός μου πρόσχες μοι ἵνα τί ἐγκατέλιπές με μακρὰν ἀπὸ τη̃ς σωτηρίας μου οἱ λόγοι τω̃ν παραπτωμάτων μου |
3 ὁ θεός μου κεκράξομαι ἡμέρας καὶ οὐκ εἰσακούση̨ καὶ νυκτός καὶ οὐκ εἰς ἄνοιαν ἐμοί |
4 σὺ δὲ ἐν ἁγίοις κατοικει̃ς ὁ ἔπαινος Ισραηλ |
5 ἐπὶ σοὶ ἤλπισαν οἱ πατέρες ἡμω̃ν ἤλπισαν καὶ ἐρρύσω αὐτούς |
6 πρὸς σὲ ἐκέκραξαν καὶ ἐσώθησαν ἐπὶ σοὶ ἤλπισαν καὶ οὐ κατη̨σχύνθησαν |
7 ἐγὼ δέ εἰμι σκώληξ καὶ οὐκ ἄνθρωπος ὄνειδος ἀνθρώπου καὶ ἐξουδένημα λαου̃ |
8 πάντες οἱ θεωρου̃ντές με ἐξεμυκτήρισάν με ἐλάλησαν ἐν χείλεσιν ἐκίνησαν κεφαλήν |
9 ἤλπισεν ἐπὶ κύριον ῥυσάσθω αὐτόν σωσάτω αὐτόν ὅτι θέλει αὐτόν |
10 ὅτι σὺ εἰ̃ ὁ ἐκσπάσας με ἐκ γαστρός ἡ ἐλπίς μου ἀπὸ μαστω̃ν τη̃ς μητρός μου |
11 ἐπὶ σὲ ἐπερρίφην ἐκ μήτρας ἐκ κοιλίας μητρός μου θεός μου εἰ̃ σύ |
12 μὴ ἀποστη̨̃ς ἀπ' ἐμου̃ ὅτι θλι̃ψις ἐγγύς ὅτι οὐκ ἔστιν ὁ βοηθω̃ν |
13 περιεκύκλωσάν με μόσχοι πολλοί ταυ̃ροι πίονες περιέσχον με |
14 ἤνοιξαν ἐπ' ἐμὲ τὸ στόμα αὐτω̃ν ὡς λέων ὁ ἁρπάζων καὶ ὠρυόμενος |
15 ὡσεὶ ὕδωρ ἐξεχύθην καὶ διεσκορπίσθη πάντα τὰ ὀστα̃ μου ἐγενήθη ἡ καρδία μου ὡσεὶ κηρὸς τηκόμενος ἐν μέσω̨ τη̃ς κοιλίας μου |
16 ἐξηράνθη ὡς ὄστρακον ἡ ἰσχύς μου καὶ ἡ γλω̃σσά μου κεκόλληται τω̨̃ λάρυγγί μου καὶ εἰς χου̃ν θανάτου κατήγαγές με |
17 ὅτι ἐκύκλωσάν με κύνες πολλοί συναγωγὴ πονηρευομένων περιέσχον με ὤρυξαν χει̃ράς μου καὶ πόδας |
18 ἐξηρίθμησα πάντα τὰ ὀστα̃ μου αὐτοὶ δὲ κατενόησαν καὶ ἐπει̃δόν με |
19 διεμερίσαντο τὰ ἱμάτιά μου ἑαυτοι̃ς καὶ ἐπὶ τὸν ἱματισμόν μου ἔβαλον κλη̃ρον |
20 σὺ δέ κύριε μὴ μακρύνη̨ς τὴν βοήθειάν μου εἰς τὴν ἀντίλημψίν μου πρόσχες |
21 ῥυ̃σαι ἀπὸ ῥομφαίας τὴν ψυχήν μου καὶ ἐκ χειρὸς κυνὸς τὴν μονογενη̃ μου |
22 σω̃σόν με ἐκ στόματος λέοντος καὶ ἀπὸ κεράτων μονοκερώτων τὴν ταπείνωσίν μου |
23 διηγήσομαι τὸ ὄνομά σου τοι̃ς ἀδελφοι̃ς μου ἐν μέσω̨ ἐκκλησίας ὑμνήσω σε |
24 οἱ φοβούμενοι κύριον αἰνέσατε αὐτόν ἅπαν τὸ σπέρμα Ιακωβ δοξάσατε αὐτόν φοβηθήτωσαν αὐτὸν ἅπαν τὸ σπέρμα Ισραηλ |
25 ὅτι οὐκ ἐξουδένωσεν οὐδὲ προσώχθισεν τη̨̃ δεήσει του̃ πτωχου̃ οὐδὲ ἀπέστρεψεν τὸ πρόσωπον αὐτου̃ ἀπ' ἐμου̃ καὶ ἐν τω̨̃ κεκραγέναι με πρὸς αὐτὸν εἰσήκουσέν μου |
26 παρὰ σου̃ ὁ ἔπαινός μου ἐν ἐκκλησία̨ μεγάλη̨ τὰς εὐχάς μου ἀποδώσω ἐνώπιον τω̃ν φοβουμένων αὐτόν |
27 φάγονται πένητες καὶ ἐμπλησθήσονται καὶ αἰνέσουσιν κύριον οἱ ἐκζητου̃ντες αὐτόν ζήσονται αἱ καρδίαι αὐτω̃ν εἰς αἰω̃να αἰω̃νος |
28 μνησθήσονται καὶ ἐπιστραφήσονται πρὸς κύριον πάντα τὰ πέρατα τη̃ς γη̃ς καὶ προσκυνήσουσιν ἐνώπιόν σου πα̃σαι αἱ πατριαὶ τω̃ν ἐθνω̃ν |
29 ὅτι του̃ κυρίου ἡ βασιλεία καὶ αὐτὸς δεσπόζει τω̃ν ἐθνω̃ν |
30 ἔφαγον καὶ προσεκύνησαν πάντες οἱ πίονες τη̃ς γη̃ς ἐνώπιον αὐτου̃ προπεσου̃νται πάντες οἱ καταβαίνοντες εἰς τὴν γη̃ν καὶ ἡ ψυχή μου αὐτω̨̃ ζη̨̃ |
31 καὶ τὸ σπέρμα μου δουλεύσει αὐτω̨̃ ἀναγγελήσεται τω̨̃ κυρίω̨ γενεὰ ἡ ἐρχομένη |
32 καὶ ἀναγγελου̃σιν τὴν δικαιοσύνην αὐτου̃ λαω̨̃ τω̨̃ τεχθησομένω̨ ὅτι ἐποίησεν ὁ κύριος |