ΨΑΛΜΟΙ,
ψαλμὀς 24
1 ψαλμὸς τω̨̃ Δαυιδ πρὸς σέ κύριε ἠ̃ρα τὴν ψυχήν μου ὁ θεός μου |
2 ἐπὶ σοὶ πέποιθα μὴ καταισχυνθείην μηδὲ καταγελασάτωσάν μου οἱ ἐχθροί μου |
3 καὶ γὰρ πάντες οἱ ὑπομένοντές σε οὐ μὴ καταισχυνθω̃σιν αἰσχυνθήτωσαν πάντες οἱ ἀνομου̃ντες διὰ κενη̃ς |
4 τὰς ὁδούς σου κύριε γνώρισόν μοι καὶ τὰς τρίβους σου δίδαξόν με |
5 ὁδήγησόν με ἐπὶ τὴν ἀλήθειάν σου καὶ δίδαξόν με ὅτι σὺ εἰ̃ ὁ θεὸς ὁ σωτήρ μου καὶ σὲ ὑπέμεινα ὅλην τὴν ἡμέραν |
6 μνήσθητι τω̃ν οἰκτιρμω̃ν σου κύριε καὶ τὰ ἐλέη σου ὅτι ἀπὸ του̃ αἰω̃νός εἰσιν |
7 ἁμαρτίας νεότητός μου καὶ ἀγνοίας μου μὴ μνησθη̨̃ς κατὰ τὸ ἔλεός σου μνήσθητί μου σὺ ἕνεκα τη̃ς χρηστότητός σου κύριε |
8 χρηστὸς καὶ εὐθὴς ὁ κύριος διὰ του̃το νομοθετήσει ἁμαρτάνοντας ἐν ὁδω̨̃ |
9 ὁδηγήσει πραει̃ς ἐν κρίσει διδάξει πραει̃ς ὁδοὺς αὐτου̃ |
10 πα̃σαι αἱ ὁδοὶ κυρίου ἔλεος καὶ ἀλήθεια τοι̃ς ἐκζητου̃σιν τὴν διαθήκην αὐτου̃ καὶ τὰ μαρτύρια αὐτου̃ |
11 ἕνεκα του̃ ὀνόματός σου κύριε καὶ ἱλάση̨ τη̨̃ ἁμαρτία̨ μου πολλὴ γάρ ἐστιν |
12 τίς ἐστιν ἄνθρωπος ὁ φοβούμενος τὸν κύριον νομοθετήσει αὐτω̨̃ ἐν ὁδω̨̃ ἡ̨̃ ἡ̨ρετίσατο |
13 ἡ ψυχὴ αὐτου̃ ἐν ἀγαθοι̃ς αὐλισθήσεται καὶ τὸ σπέρμα αὐτου̃ κληρονομήσει γη̃ν |
14 κραταίωμα κύριος τω̃ν φοβουμένων αὐτόν καὶ τὸ ὄνομα κυρίου τω̃ν φοβουμένων αὐτόν καὶ ἡ διαθήκη αὐτου̃ του̃ δηλω̃σαι αὐτοι̃ς |
15 οἱ ὀφθαλμοί μου διὰ παντὸς πρὸς τὸν κύριον ὅτι αὐτὸς ἐκσπάσει ἐκ παγίδος τοὺς πόδας μου |
16 ἐπίβλεψον ἐπ' ἐμὲ καὶ ἐλέησόν με ὅτι μονογενὴς καὶ πτωχός εἰμι ἐγώ |
17 αἱ θλίψεις τη̃ς καρδίας μου ἐπλατύνθησαν ἐκ τω̃ν ἀναγκω̃ν μου ἐξάγαγέ με |
18 ἰδὲ τὴν ταπείνωσίν μου καὶ τὸν κόπον μου καὶ ἄφες πάσας τὰς ἁμαρτίας μου |
19 ἰδὲ τοὺς ἐχθρούς μου ὅτι ἐπληθύνθησαν καὶ μι̃σος ἄδικον ἐμίσησάν με |
20 φύλαξον τὴν ψυχήν μου καὶ ῥυ̃σαί με μὴ καταισχυνθείην ὅτι ἤλπισα ἐπὶ σέ |
21 ἄκακοι καὶ εὐθει̃ς ἐκολλω̃ντό μοι ὅτι ὑπέμεινά σε κύριε |
22 λύτρωσαι ὁ θεός τὸν Ισραηλ ἐκ πασω̃ν τω̃ν θλίψεων αὐτου̃ |
To view greek and slavonic text correctly you need to install
Lucida Sans Unicode and
Hirmos fonts. If your browser supports latest CSS3 standard, fonts will be auto-loaded, there's no need to install them.