ΨΑΛΜΟΙ,
ψαλμὀς 25
1 του̃ Δαυιδ κρι̃νόν με κύριε ὅτι ἐγὼ ἐν ἀκακία̨ μου ἐπορεύθην καὶ ἐπὶ τω̨̃ κυρίω̨ ἐλπίζων οὐ μὴ ἀσθενήσω |
2 δοκίμασόν με κύριε καὶ πείρασόν με πύρωσον τοὺς νεφρούς μου καὶ τὴν καρδίαν μου |
3 ὅτι τὸ ἔλεός σου κατέναντι τω̃ν ὀφθαλμω̃ν μού ἐστιν καὶ εὐηρέστησα ἐν τη̨̃ ἀληθεία̨ σου |
4 οὐκ ἐκάθισα μετὰ συνεδρίου ματαιότητος καὶ μετὰ παρανομούντων οὐ μὴ εἰσέλθω |
5 ἐμίσησα ἐκκλησίαν πονηρευομένων καὶ μετὰ ἀσεβω̃ν οὐ μὴ καθίσω |
6 νίψομαι ἐν ἀθώ̨οις τὰς χει̃ράς μου καὶ κυκλώσω τὸ θυσιαστήριόν σου κύριε |
7 του̃ ἀκου̃σαι φωνὴν αἰνέσεως καὶ διηγήσασθαι πάντα τὰ θαυμάσιά σου |
8 κύριε ἠγάπησα εὐπρέπειαν οἴκου σου καὶ τόπον σκηνώματος δόξης σου |
9 μὴ συναπολέση̨ς μετὰ ἀσεβω̃ν τὴν ψυχήν μου καὶ μετὰ ἀνδρω̃ν αἱμάτων τὴν ζωήν μου |
10 ὡ̃ν ἐν χερσὶν ἀνομίαι ἡ δεξιὰ αὐτω̃ν ἐπλήσθη δώρων |
11 ἐγὼ δὲ ἐν ἀκακία̨ μου ἐπορεύθην λύτρωσαί με καὶ ἐλέησόν με |
12 ὁ γὰρ πούς μου ἔστη ἐν εὐθύτητι ἐν ἐκκλησίαις εὐλογήσω σε κύριε |
To view greek and slavonic text correctly you need to install
Lucida Sans Unicode and
Hirmos fonts. If your browser supports latest CSS3 standard, fonts will be auto-loaded, there's no need to install them.