ΨΑΛΜΟΙ,
ψαλμὀς 26
1 του̃ Δαυιδ πρὸ του̃ χρισθη̃ναι κύριος φωτισμός μου καὶ σωτήρ μου τίνα φοβηθήσομαι κύριος ὑπερασπιστὴς τη̃ς ζωη̃ς μου ἀπὸ τίνος δειλιάσω |
2 ἐν τω̨̃ ἐγγίζειν ἐπ' ἐμὲ κακου̃ντας του̃ φαγει̃ν τὰς σάρκας μου οἱ θλίβοντές με καὶ οἱ ἐχθροί μου αὐτοὶ ἠσθένησαν καὶ ἔπεσαν |
3 ἐὰν παρατάξηται ἐπ' ἐμὲ παρεμβολή οὐ φοβηθήσεται ἡ καρδία μου ἐὰν ἐπαναστη̨̃ ἐπ' ἐμὲ πόλεμος ἐν ταύτη̨ ἐγὼ ἐλπίζω |
4 μίαν ἠ̨τησάμην παρὰ κυρίου ταύτην ἐκζητήσω του̃ κατοικει̃ν με ἐν οἴκω̨ κυρίου πάσας τὰς ἡμέρας τη̃ς ζωη̃ς μου του̃ θεωρει̃ν με τὴν τερπνότητα του̃ κυρίου καὶ ἐπισκέπτεσθαι τὸν ναὸν αὐτου̃ |
5 ὅτι ἔκρυψέν με ἐν σκηνη̨̃ ἐν ἡμέρα̨ κακω̃ν μου ἐσκέπασέν με ἐν ἀποκρύφω̨ τη̃ς σκηνη̃ς αὐτου̃ ἐν πέτρα̨ ὕψωσέν με |
6 καὶ νυ̃ν ἰδοὺ ὕψωσεν τὴν κεφαλήν μου ἐπ' ἐχθρούς μου ἐκύκλωσα καὶ ἔθυσα ἐν τη̨̃ σκηνη̨̃ αὐτου̃ θυσίαν ἀλαλαγμου̃ ἄ̨σομαι καὶ ψαλω̃ τω̨̃ κυρίω̨ |
7 εἰσάκουσον κύριε τη̃ς φωνη̃ς μου ἡ̃ς ἐκέκραξα ἐλέησόν με καὶ εἰσάκουσόν μου |
8 σοὶ εἰ̃πεν ἡ καρδία μου ἐζήτησεν τὸ πρόσωπόν μου τὸ πρόσωπόν σου κύριε ζητήσω |
9 μὴ ἀποστρέψη̨ς τὸ πρόσωπόν σου ἀπ' ἐμου̃ μὴ ἐκκλίνη̨ς ἐν ὀργη̨̃ ἀπὸ του̃ δούλου σου βοηθός μου γενου̃ μὴ ἀποσκορακίση̨ς με καὶ μὴ ἐγκαταλίπη̨ς με ὁ θεὸς ὁ σωτήρ μου |
10 ὅτι ὁ πατήρ μου καὶ ἡ μήτηρ μου ἐγκατέλιπόν με ὁ δὲ κύριος προσελάβετό με |
11 νομοθέτησόν με κύριε τη̨̃ ὁδω̨̃ σου καὶ ὁδήγησόν με ἐν τρίβω̨ εὐθεία̨ ἕνεκα τω̃ν ἐχθρω̃ν μου |
12 μὴ παραδω̨̃ς με εἰς ψυχὰς θλιβόντων με ὅτι ἐπανέστησάν μοι μάρτυρες ἄδικοι καὶ ἐψεύσατο ἡ ἀδικία ἑαυτη̨̃ |
13 πιστεύω του̃ ἰδει̃ν τὰ ἀγαθὰ κυρίου ἐν γη̨̃ ζώντων |
14 ὑπόμεινον τὸν κύριον ἀνδρίζου καὶ κραταιούσθω ἡ καρδία σου καὶ ὑπόμεινον τὸν κύριον |
To view greek and slavonic text correctly you need to install
Lucida Sans Unicode and
Hirmos fonts. If your browser supports latest CSS3 standard, fonts will be auto-loaded, there's no need to install them.