ΨΑΛΜΟΙ,
ψαλμὀς 27
1 του̃ Δαυιδ πρὸς σέ κύριε ἐκέκραξα ὁ θεός μου μὴ παρασιωπήση̨ς ἀπ' ἐμου̃ μήποτε παρασιωπήση̨ς ἀπ' ἐμου̃ καὶ ὁμοιωθήσομαι τοι̃ς καταβαίνουσιν εἰς λάκκον |
2 εἰσάκουσον τη̃ς φωνη̃ς τη̃ς δεήσεώς μου ἐν τω̨̃ δέεσθαί με πρὸς σέ ἐν τω̨̃ με αἴρειν χει̃ράς μου πρὸς ναὸν ἅγιόν σου |
3 μὴ συνελκύση̨ς μετὰ ἁμαρτωλω̃ν τὴν ψυχήν μου καὶ μετὰ ἐργαζομένων ἀδικίαν μὴ συναπολέση̨ς με τω̃ν λαλούντων εἰρήνην μετὰ τω̃ν πλησίον αὐτω̃ν κακὰ δὲ ἐν ται̃ς καρδίαις αὐτω̃ν |
4 δὸς αὐτοι̃ς κατὰ τὰ ἔργα αὐτω̃ν καὶ κατὰ τὴν πονηρίαν τω̃ν ἐπιτηδευμάτων αὐτω̃ν κατὰ τὰ ἔργα τω̃ν χειρω̃ν αὐτω̃ν δὸς αὐτοι̃ς ἀπόδος τὸ ἀνταπόδομα αὐτω̃ν αὐτοι̃ς |
5 ὅτι οὐ συνη̃καν εἰς τὰ ἔργα κυρίου καὶ εἰς τὰ ἔργα τω̃ν χειρω̃ν αὐτου̃ καθελει̃ς αὐτοὺς καὶ οὐ μὴ οἰκοδομήσεις αὐτούς |
6 εὐλογητὸς κύριος ὅτι εἰσήκουσεν τη̃ς φωνη̃ς τη̃ς δεήσεώς μου |
7 κύριος βοηθός μου καὶ ὑπερασπιστής μου ἐπ' αὐτω̨̃ ἤλπισεν ἡ καρδία μου καὶ ἐβοηθήθην καὶ ἀνέθαλεν ἡ σάρξ μου καὶ ἐκ θελήματός μου ἐξομολογήσομαι αὐτω̨̃ |
8 κύριος κραταίωμα του̃ λαου̃ αὐτου̃ καὶ ὑπερασπιστὴς τω̃ν σωτηρίων του̃ χριστου̃ αὐτου̃ ἐστιν |
9 σω̃σον τὸν λαόν σου καὶ εὐλόγησον τὴν κληρονομίαν σου καὶ ποίμανον αὐτοὺς καὶ ἔπαρον αὐτοὺς ἕως του̃ αἰω̃νος |
To view greek and slavonic text correctly you need to install
Lucida Sans Unicode and
Hirmos fonts. If your browser supports latest CSS3 standard, fonts will be auto-loaded, there's no need to install them.