1 εἰς τὸ τέλος ψαλμὸς τω̨̃ Δαυιδ ἐκστάσεως |
2 ἐπὶ σοί κύριε ἤλπισα μὴ καταισχυνθείην εἰς τὸν αἰω̃να ἐν τη̨̃ δικαιοσύνη̨ σου ῥυ̃σαί με καὶ ἐξελου̃ με |
3 κλι̃νον πρός με τὸ οὐ̃ς σου τάχυνον του̃ ἐξελέσθαι με γενου̃ μοι εἰς θεὸν ὑπερασπιστὴν καὶ εἰς οἰ̃κον καταφυγη̃ς του̃ σω̃σαί με |
4 ὅτι κραταίωμά μου καὶ καταφυγή μου εἰ̃ σὺ καὶ ἕνεκεν του̃ ὀνόματός σου ὁδηγήσεις με καὶ διαθρέψεις με |
5 ἐξάξεις με ἐκ παγίδος ταύτης ἡ̃ς ἔκρυψάν μοι ὅτι σὺ εἰ̃ ὁ ὑπερασπιστής μου |
6 εἰς χει̃ράς σου παραθήσομαι τὸ πνευ̃μά μου ἐλυτρώσω με κύριε ὁ θεὸς τη̃ς ἀληθείας |
7 ἐμίσησας τοὺς διαφυλάσσοντας ματαιότητας διὰ κενη̃ς ἐγὼ δὲ ἐπὶ τω̨̃ κυρίω̨ ἤλπισα |
8 ἀγαλλιάσομαι καὶ εὐφρανθήσομαι ἐπὶ τω̨̃ ἐλέει σου ὅτι ἐπει̃δες τὴν ταπείνωσίν μου ἔσωσας ἐκ τω̃ν ἀναγκω̃ν τὴν ψυχήν μου |
9 καὶ οὐ συνέκλεισάς με εἰς χει̃ρας ἐχθρου̃ ἔστησας ἐν εὐρυχώρω̨ τοὺς πόδας μου |
10 ἐλέησόν με κύριε ὅτι θλίβομαι ἐταράχθη ἐν θυμω̨̃ ὁ ὀφθαλμός μου ἡ ψυχή μου καὶ ἡ γαστήρ μου |
11 ὅτι ἐξέλιπεν ἐν ὀδύνη̨ ἡ ζωή μου καὶ τὰ ἔτη μου ἐν στεναγμοι̃ς ἠσθένησεν ἐν πτωχεία̨ ἡ ἰσχύς μου καὶ τὰ ὀστα̃ μου ἐταράχθησαν |
12 παρὰ πάντας τοὺς ἐχθρούς μου ἐγενήθην ὄνειδος καὶ τοι̃ς γείτοσίν μου σφόδρα καὶ φόβος τοι̃ς γνωστοι̃ς μου οἱ θεωρου̃ντές με ἔξω ἔφυγον ἀπ' ἐμου̃ |
13 ἐπελήσθην ὡσεὶ νεκρὸς ἀπὸ καρδίας ἐγενήθην ὡσεὶ σκευ̃ος ἀπολωλός |
14 ὅτι ἤκουσα ψόγον πολλω̃ν παροικούντων κυκλόθεν ἐν τω̨̃ ἐπισυναχθη̃ναι αὐτοὺς ἅμα ἐπ' ἐμὲ του̃ λαβει̃ν τὴν ψυχήν μου ἐβουλεύσαντο |
15 ἐγὼ δὲ ἐπὶ σὲ ἤλπισα κύριε εἰ̃πα σὺ εἰ̃ ὁ θεός μου |
16 ἐν ται̃ς χερσίν σου οἱ καιροί μου ῥυ̃σαί με ἐκ χειρὸς ἐχθρω̃ν μου καὶ ἐκ τω̃ν καταδιωκόντων με |
17 ἐπίφανον τὸ πρόσωπόν σου ἐπὶ τὸν δου̃λόν σου σω̃σόν με ἐν τω̨̃ ἐλέει σου |
18 κύριε μὴ καταισχυνθείην ὅτι ἐπεκαλεσάμην σε αἰσχυνθείησαν οἱ ἀσεβει̃ς καὶ καταχθείησαν εἰς ἅ̨δου |
19 ἄλαλα γενηθήτω τὰ χείλη τὰ δόλια τὰ λαλου̃ντα κατὰ του̃ δικαίου ἀνομίαν ἐν ὑπερηφανία̨ καὶ ἐξουδενώσει |
20 ὡς πολὺ τὸ πλη̃θος τη̃ς χρηστότητός σου κύριε ἡ̃ς ἔκρυψας τοι̃ς φοβουμένοις σε ἐξειργάσω τοι̃ς ἐλπίζουσιν ἐπὶ σὲ ἐναντίον τω̃ν υἱω̃ν τω̃ν ἀνθρώπων |
21 κατακρύψεις αὐτοὺς ἐν ἀποκρύφω̨ του̃ προσώπου σου ἀπὸ ταραχη̃ς ἀνθρώπων σκεπάσεις αὐτοὺς ἐν σκηνη̨̃ ἀπὸ ἀντιλογίας γλωσσω̃ν |
22 εὐλογητὸς κύριος ὅτι ἐθαυμάστωσεν τὸ ἔλεος αὐτου̃ ἐν πόλει περιοχη̃ς |
23 ἐγὼ δὲ εἰ̃πα ἐν τη̨̃ ἐκστάσει μου ἀπέρριμμαι ἄρα ἀπὸ προσώπου τω̃ν ὀφθαλμω̃ν σου διὰ του̃το εἰσήκουσας τη̃ς φωνη̃ς τη̃ς δεήσεώς μου ἐν τω̨̃ κεκραγέναι με πρὸς σέ |
24 ἀγαπήσατε τὸν κύριον πάντες οἱ ὅσιοι αὐτου̃ ὅτι ἀληθείας ἐκζητει̃ κύριος καὶ ἀνταποδίδωσιν τοι̃ς περισσω̃ς ποιου̃σιν ὑπερηφανίαν |
25 ἀνδρίζεσθε καὶ κραταιούσθω ἡ καρδία ὑμω̃ν πάντες οἱ ἐλπίζοντες ἐπὶ κύριον |