Bible-Center
Whole Bible
Septuagint (gr)
Share

ΨΑΛΜΟΙ, ψαλμὀς 31

τω̨̃ Δαυιδ συνέσεως μακάριοι ὡ̃ν ἀφέθησαν αἱ ἀνομίαι καὶ ὡ̃ν ἐπεκαλύφθησαν αἱ ἁμαρτίαι
μακάριος ἀνήρ οὑ̃ οὐ μὴ λογίσηται κύριος ἁμαρτίαν οὐδὲ ἔστιν ἐν τω̨̃ στόματι αὐτου̃ δόλος
ὅτι ἐσίγησα ἐπαλαιώθη τὰ ὀστα̃ μου ἀπὸ του̃ κράζειν με ὅλην τὴν ἡμέραν
ὅτι ἡμέρας καὶ νυκτὸς ἐβαρύνθη ἐπ' ἐμὲ ἡ χείρ σου ἐστράφην εἰς ταλαιπωρίαν ἐν τω̨̃ ἐμπαγη̃ναι ἄκανθαν διάψαλμα
τὴν ἁμαρτίαν μου ἐγνώρισα καὶ τὴν ἀνομίαν μου οὐκ ἐκάλυψα εἰ̃πα ἐξαγορεύσω κατ' ἐμου̃ τὴν ἀνομίαν μου τω̨̃ κυρίω̨ καὶ σὺ ἀφη̃κας τὴν ἀσέβειαν τη̃ς ἁμαρτίας μου διάψαλμα
ὑπὲρ ταύτης προσεύξεται πα̃ς ὅσιος πρὸς σὲ ἐν καιρω̨̃ εὐθέτω̨ πλὴν ἐν κατακλυσμω̨̃ ὑδάτων πολλω̃ν πρὸς αὐτὸν οὐκ ἐγγιου̃σιν
σύ μου εἰ̃ καταφυγὴ ἀπὸ θλίψεως τη̃ς περιεχούσης με τὸ ἀγαλλίαμά μου λύτρωσαί με ἀπὸ τω̃ν κυκλωσάντων με διάψαλμα
συνετιω̃ σε καὶ συμβιβω̃ σε ἐν ὁδω̨̃ ταύτη̨ ἡ̨̃ πορεύση̨ ἐπιστηριω̃ ἐπὶ σὲ τοὺς ὀφθαλμούς μου
μὴ γίνεσθε ὡς ἵππος καὶ ἡμίονος οἱ̃ς οὐκ ἔστιν σύνεσις ἐν χαλινω̨̃ καὶ κημω̨̃ τὰς σιαγόνας αὐτω̃ν ἄγξαι τω̃ν μὴ ἐγγιζόντων πρὸς σέ
10 πολλαὶ αἱ μάστιγες του̃ ἁμαρτωλου̃ τὸν δὲ ἐλπίζοντα ἐπὶ κύριον ἔλεος κυκλώσει
11 εὐφράνθητε ἐπὶ κύριον καὶ ἀγαλλια̃σθε δίκαιοι καὶ καυχα̃σθε πάντες οἱ εὐθει̃ς τη̨̃ καρδία̨
To view greek and slavonic text correctly you need to install Lucida Sans Unicode and Hirmos fonts. If your browser supports latest CSS3 standard, fonts will be auto-loaded, there's no need to install them.

Once registered, you can subscribe for any reading plans of the Bible.

Possibilities of personalized settings and other services for the already registered users are in the pipeline, therefore we advise you to register now (for free, of course).