ΨΑΛΜΟΙ,
ψαλμὀς 32
1 τω̨̃ Δαυιδ ἀγαλλια̃σθε δίκαιοι ἐν τω̨̃ κυρίω̨ τοι̃ς εὐθέσι πρέπει αἴνεσις |
2 ἐξομολογει̃σθε τω̨̃ κυρίω̨ ἐν κιθάρα̨ ἐν ψαλτηρίω̨ δεκαχόρδω̨ ψάλατε αὐτω̨̃ |
3 ἄ̨σατε αὐτω̨̃ ἀ̨̃σμα καινόν καλω̃ς ψάλατε ἐν ἀλαλαγμω̨̃ |
4 ὅτι εὐθὴς ὁ λόγος του̃ κυρίου καὶ πάντα τὰ ἔργα αὐτου̃ ἐν πίστει |
5 ἀγαπα̨̃ ἐλεημοσύνην καὶ κρίσιν του̃ ἐλέους κυρίου πλήρης ἡ γη̃ |
6 τω̨̃ λόγω̨ του̃ κυρίου οἱ οὐρανοὶ ἐστερεώθησαν καὶ τω̨̃ πνεύματι του̃ στόματος αὐτου̃ πα̃σα ἡ δύναμις αὐτω̃ν |
7 συνάγων ὡς ἀσκὸν ὕδατα θαλάσσης τιθεὶς ἐν θησαυροι̃ς ἀβύσσους |
8 φοβηθήτω τὸν κύριον πα̃σα ἡ γη̃ ἀπ' αὐτου̃ δὲ σαλευθήτωσαν πάντες οἱ κατοικου̃ντες τὴν οἰκουμένην |
9 ὅτι αὐτὸς εἰ̃πεν καὶ ἐγενήθησαν αὐτὸς ἐνετείλατο καὶ ἐκτίσθησαν |
10 κύριος διασκεδάζει βουλὰς ἐθνω̃ν ἀθετει̃ δὲ λογισμοὺς λαω̃ν καὶ ἀθετει̃ βουλὰς ἀρχόντων |
11 ἡ δὲ βουλὴ του̃ κυρίου εἰς τὸν αἰω̃να μένει λογισμοὶ τη̃ς καρδίας αὐτου̃ εἰς γενεὰν καὶ γενεάν |
12 μακάριον τὸ ἔθνος οὑ̃ ἐστιν κύριος ὁ θεὸς αὐτου̃ λαός ὃν ἐξελέξατο εἰς κληρονομίαν ἑαυτω̨̃ |
13 ἐξ οὐρανου̃ ἐπέβλεψεν ὁ κύριος εἰ̃δεν πάντας τοὺς υἱοὺς τω̃ν ἀνθρώπων |
14 ἐξ ἑτοίμου κατοικητηρίου αὐτου̃ ἐπέβλεψεν ἐπὶ πάντας τοὺς κατοικου̃ντας τὴν γη̃ν |
15 ὁ πλάσας κατὰ μόνας τὰς καρδίας αὐτω̃ν ὁ συνιεὶς εἰς πάντα τὰ ἔργα αὐτω̃ν |
16 οὐ σώ̨ζεται βασιλεὺς διὰ πολλὴν δύναμιν καὶ γίγας οὐ σωθήσεται ἐν πλήθει ἰσχύος αὐτου̃ |
17 ψευδὴς ἵππος εἰς σωτηρίαν ἐν δὲ πλήθει δυνάμεως αὐτου̃ οὐ σωθήσεται |
18 ἰδοὺ οἱ ὀφθαλμοὶ κυρίου ἐπὶ τοὺς φοβουμένους αὐτὸν τοὺς ἐλπίζοντας ἐπὶ τὸ ἔλεος αὐτου̃ |
19 ῥύσασθαι ἐκ θανάτου τὰς ψυχὰς αὐτω̃ν καὶ διαθρέψαι αὐτοὺς ἐν λιμω̨̃ |
20 ἡ ψυχὴ ἡμω̃ν ὑπομένει τω̨̃ κυρίω̨ ὅτι βοηθὸς καὶ ὑπερασπιστὴς ἡμω̃ν ἐστιν |
21 ὅτι ἐν αὐτω̨̃ εὐφρανθήσεται ἡ καρδία ἡμω̃ν καὶ ἐν τω̨̃ ὀνόματι τω̨̃ ἁγίω̨ αὐτου̃ ἠλπίσαμεν |
22 γένοιτο τὸ ἔλεός σου κύριε ἐφ' ἡμα̃ς καθάπερ ἠλπίσαμεν ἐπὶ σέ |
To view greek and slavonic text correctly you need to install
Lucida Sans Unicode and
Hirmos fonts. If your browser supports latest CSS3 standard, fonts will be auto-loaded, there's no need to install them.