Bible-Center
Whole Bible
Septuagint (gr)
Share

ΨΑΛΜΟΙ, ψαλμὀς 39

εἰς τὸ τέλος τω̨̃ Δαυιδ ψαλμός
ὑπομένων ὑπέμεινα τὸν κύριον καὶ προσέσχεν μοι καὶ εἰσήκουσεν τη̃ς δεήσεώς μου
καὶ ἀνήγαγέν με ἐκ λάκκου ταλαιπωρίας καὶ ἀπὸ πηλου̃ ἰλύος καὶ ἔστησεν ἐπὶ πέτραν τοὺς πόδας μου καὶ κατηύθυνεν τὰ διαβήματά μου
καὶ ἐνέβαλεν εἰς τὸ στόμα μου ἀ̨̃σμα καινόν ὕμνον τω̨̃ θεω̨̃ ἡμω̃ν ὄψονται πολλοὶ καὶ φοβηθήσονται καὶ ἐλπιου̃σιν ἐπὶ κύριον
μακάριος ἀνήρ οὑ̃ ἐστιν τὸ ὄνομα κυρίου ἐλπὶς αὐτου̃ καὶ οὐκ ἐνέβλεψεν εἰς ματαιότητας καὶ μανίας ψευδει̃ς
πολλὰ ἐποίησας σύ κύριε ὁ θεός μου τὰ θαυμάσιά σου καὶ τοι̃ς διαλογισμοι̃ς σου οὐκ ἔστιν τίς ὁμοιωθήσεταί σοι ἀπήγγειλα καὶ ἐλάλησα ἐπληθύνθησαν ὑπὲρ ἀριθμόν
θυσίαν καὶ προσφορὰν οὐκ ἠθέλησας ὠτία δὲ κατηρτίσω μοι ὁλοκαύτωμα καὶ περὶ ἁμαρτίας οὐκ ἤ̨τησας
τότε εἰ̃πον ἰδοὺ ἥκω ἐν κεφαλίδι βιβλίου γέγραπται περὶ ἐμου̃
του̃ ποιη̃σαι τὸ θέλημά σου ὁ θεός μου ἐβουλήθην καὶ τὸν νόμον σου ἐν μέσω̨ τη̃ς κοιλίας μου
10 εὐηγγελισάμην δικαιοσύνην ἐν ἐκκλησία̨ μεγάλη̨ ἰδοὺ τὰ χείλη μου οὐ μὴ κωλύσω κύριε σὺ ἔγνως
11 τὴν δικαιοσύνην σου οὐκ ἔκρυψα ἐν τη̨̃ καρδία̨ μου τὴν ἀλήθειάν σου καὶ τὸ σωτήριόν σου εἰ̃πα οὐκ ἔκρυψα τὸ ἔλεός σου καὶ τὴν ἀλήθειάν σου ἀπὸ συναγωγη̃ς πολλη̃ς
12 σὺ δέ κύριε μὴ μακρύνης τοὺς οἰκτιρμούς σου ἀπ' ἐμου̃ τὸ ἔλεός σου καὶ ἡ ἀλήθειά σου διὰ παντὸς ἀντελάβοντό μου
13 ὅτι περιέσχον με κακά ὡ̃ν οὐκ ἔστιν ἀριθμός κατέλαβόν με αἱ ἀνομίαι μου καὶ οὐκ ἠδυνήθην του̃ βλέπειν ἐπληθύνθησαν ὑπὲρ τὰς τρίχας τη̃ς κεφαλη̃ς μου καὶ ἡ καρδία μου ἐγκατέλιπέν με
14 εὐδόκησον κύριε του̃ ῥύσασθαί με κύριε εἰς τὸ βοηθη̃σαί μοι πρόσχες
15 καταισχυνθείησαν καὶ ἐντραπείησαν ἅμα οἱ ζητου̃ντες τὴν ψυχήν μου του̃ ἐξα̃ραι αὐτήν ἀποστραφείησαν εἰς τὰ ὀπίσω καὶ ἐντραπείησαν οἱ θέλοντές μοι κακά
16 κομισάσθωσαν παραχρη̃μα αἰσχύνην αὐτω̃ν οἱ λέγοντές μοι εὐ̃γε εὐ̃γε
17 ἀγαλλιάσαιντο καὶ εὐφρανθείησαν ἐπὶ σοὶ πάντες οἱ ζητου̃ντές σε κύριε καὶ εἰπάτωσαν διὰ παντός μεγαλυνθήτω ὁ κύριος οἱ ἀγαπω̃ντες τὸ σωτήριόν σου
18 ἐγὼ δὲ πτωχός εἰμι καὶ πένης κύριος φροντιει̃ μου βοηθός μου καὶ ὑπερασπιστής μου σὺ εἰ̃ ὁ θεός μου μὴ χρονίση̨ς
To view greek and slavonic text correctly you need to install Lucida Sans Unicode and Hirmos fonts. If your browser supports latest CSS3 standard, fonts will be auto-loaded, there's no need to install them.

Once registered, you can subscribe for any reading plans of the Bible.

Possibilities of personalized settings and other services for the already registered users are in the pipeline, therefore we advise you to register now (for free, of course).