Библия-Центр
РУ
Вся Библия
Greek/Septuagint (gr)

ΜΑΚΚΑΒΑΊΩΝ Α, κεφαλίς 10

καὶ ἐν ἔτει ἑξηκοστω̨̃ καὶ ἑκατοστω̨̃ ἀνέβη 'Αλέξανδρος ὁ του̃ 'Αντιόχου ὁ 'Επιφανὴς καὶ κατελάβετο Πτολεμαίδα καὶ ἐπεδέξαντο αὐτόν καὶ ἐβασίλευσεν ἐκει̃
καὶ ἤκουσεν Δημήτριος ὁ βασιλεὺς καὶ συνήγαγεν δυνάμεις πολλὰς σφόδρα καὶ ἐξη̃λθεν εἰς συνάντησιν αὐτω̨̃ εἰς πόλεμον
καὶ ἀπέστειλεν Δημήτριος πρὸς Ιωναθαν ἐπιστολὰς λόγοις εἰρηνικοι̃ς ὥστε μεγαλυ̃ναι αὐτόν
εἰ̃πεν γάρ προφθάσωμεν του̃ εἰρήνην θει̃ναι μετ' αὐτω̃ν πρὶν ἢ θει̃ναι αὐτὸν μετὰ 'Αλεξάνδρου καθ' ἡμω̃ν
μνησθήσεται γὰρ πάντων τω̃ν κακω̃ν ὡ̃ν συνετελέσαμεν πρὸς αὐτὸν καὶ εἰς τοὺς ἀδελφοὺς αὐτου̃ καὶ εἰς τὸ ἔθνος
καὶ ἔδωκεν αὐτω̨̃ ἐξουσίαν συναγαγει̃ν δυνάμεις καὶ κατασκευάζειν ὅπλα καὶ εἰ̃ναι αὐτὸν σύμμαχον αὐτου̃ καὶ τὰ ὅμηρα τὰ ἐν τη̨̃ ἄκρα̨ εἰ̃πεν παραδου̃ναι αὐτω̨̃
καὶ ἠ̃λθεν Ιωναθαν εἰς Ιερουσαλημ καὶ ἀνέγνω τὰς ἐπιστολὰς εἰς τὰ ὠ̃τα παντὸς του̃ λαου̃ καὶ τω̃ν ἐκ τη̃ς ἄκρας
καὶ ἐφοβήθησαν φόβον μέγαν ὅτε ἤκουσαν ὅτι ἔδωκεν αὐτω̨̃ ὁ βασιλεὺς ἐξουσίαν συναγαγει̃ν δύναμιν
καὶ παρέδωκαν οἱ ἐκ τη̃ς ἄκρας Ιωναθαν τὰ ὅμηρα καὶ ἀπέδωκεν αὐτοὺς τοι̃ς γονευ̃σιν αὐτω̃ν
10 καὶ ὤ̨κησεν Ιωναθαν ἐν Ιερουσαλημ καὶ ἤρξατο οἰκοδομει̃ν καὶ καινίζειν τὴν πόλιν
11 καὶ εἰ̃πεν πρὸς τοὺς ποιου̃ντας τὰ ἔργα οἰκοδομει̃ν τὰ τείχη καὶ τὸ ὄρος Σιων κυκλόθεν ἐκ λίθων τετραπόδων εἰς ὀχύρωσιν καὶ ἐποίησαν οὕτως
12 καὶ ἔφυγον οἱ ἀλλογενει̃ς οἱ ὄντες ἐν τοι̃ς ὀχυρώμασιν οἱ̃ς ὠ̨κοδόμησεν Βακχίδης
13 καὶ κατέλιπεν ἕκαστος τὸν τόπον αὐτου̃ καὶ ἀπη̃λθεν εἰς τὴν γη̃ν αὐτου̃
14 πλὴν ἐν Βαιθσουροις ὑπελείφθησάν τινες τω̃ν καταλιπόντων τὸν νόμον καὶ τὰ προστάγματα ἠ̃ν γὰρ εἰς φυγαδευτήριον
15 καὶ ἤκουσεν 'Αλέξανδρος ὁ βασιλεὺς τὰς ἐπαγγελίας ὅσας ἀπέστειλεν Δημήτριος τω̨̃ Ιωναθαν καὶ διηγήσαντο αὐτω̨̃ τοὺς πολέμους καὶ τὰς ἀνδραγαθίας ἃς ἐποίησεν αὐτὸς καὶ οἱ ἀδελφοὶ αὐτου̃ καὶ τοὺς κόπους οὓς ἔσχον
16 καὶ εἰ̃πεν μὴ εὑρήσομεν ἄνδρα τοιου̃τον ἕνα καὶ νυ̃ν ποιήσομεν αὐτὸν φίλον καὶ σύμμαχον ἡμω̃ν
17 καὶ ἔγραψεν ἐπιστολὰς καὶ ἀπέστειλεν αὐτω̨̃ κατὰ τοὺς λόγους τούτους λέγων
18 βασιλεὺς 'Αλέξανδρος τω̨̃ ἀδελφω̨̃ Ιωναθαν χαίρειν
19 ἀκηκόαμεν περὶ σου̃ ὅτι ἀνὴρ δυνατὸς ἰσχύι καὶ ἐπιτήδειος εἰ̃ του̃ εἰ̃ναι ἡμω̃ν φίλος
20 καὶ νυ̃ν καθεστάκαμέν σε σήμερον ἀρχιερέα του̃ ἔθνους σου καὶ φίλον βασιλέως καλει̃σθαί σε καὶ ἀπέστειλεν αὐτω̨̃ πορφύραν καὶ στέφανον χρυσου̃ν καὶ φρονει̃ν τὰ ἡμω̃ν καὶ συντηρει̃ν φιλίας πρὸς ἡμα̃ς
21 καὶ ἐνεδύσατο Ιωναθαν τὴν ἁγίαν στολὴν τω̨̃ ἑβδόμω̨ μηνὶ ἔτους ἑξηκοστου̃ καὶ ἑκατοστου̃ ἐν ἑορτη̨̃ σκηνοπηγίας καὶ συνήγαγεν δυνάμεις καὶ κατεσκεύασεν ὅπλα πολλά
22 καὶ ἤκουσεν Δημήτριος τοὺς λόγους τούτους καὶ ἐλυπήθη καὶ εἰ̃πεν
23 τί του̃το ἐποιήσαμεν ὅτι προέφθακεν ἡμα̃ς 'Αλέξανδρος του̃ φιλίαν καταλαβέσθαι τοι̃ς Ιουδαίοις εἰς στήριγμα
24 γράψω αὐτοι̃ς κἀγὼ λόγους παρακλήσεως καὶ ὕψους καὶ δομάτων ὅπως ὠ̃σιν σὺν ἐμοὶ εἰς βοήθειαν
25 καὶ ἀπέστειλεν αὐτοι̃ς κατὰ τοὺς λόγους τούτους βασιλεὺς Δημήτριος τω̨̃ ἔθνει τω̃ν Ιουδαίων χαίρειν
26 ἐπεὶ συνετηρήσατε τὰς πρὸς ἡμα̃ς συνθήκας καὶ ἐνεμείνατε τη̨̃ φιλία̨ ἡμω̃ν καὶ οὐ προσεχωρήσατε τοι̃ς ἐχθροι̃ς ἡμω̃ν ἠκούσαμεν καὶ ἐχάρημεν
27 καὶ νυ̃ν ἐμμείνατε ἔτι του̃ συντηρη̃σαι πρὸς ἡμα̃ς πίστιν καὶ ἀνταποδώσομεν ὑμι̃ν ἀγαθὰ ἀνθ' ὡ̃ν ποιει̃τε μεθ' ἡμω̃ν
28 καὶ ἀφήσομεν ὑμι̃ν ἀφέματα πολλὰ καὶ δώσομεν ὑμι̃ν δόματα
29 καὶ νυ̃ν ἀπολύω ὑμα̃ς καὶ ἀφίημι πάντας τοὺς Ιουδαίους ἀπὸ τω̃ν φόρων καὶ τη̃ς τιμη̃ς του̃ ἁλὸς καὶ ἀπὸ τω̃ν στεφάνων
30 καὶ ἀντὶ του̃ τρίτου τη̃ς σπορα̃ς καὶ ἀντὶ του̃ ἡμίσους του̃ καρπου̃ του̃ ξυλίνου του̃ ἐπιβάλλοντός μοι λαβει̃ν ἀφίημι ἀπὸ τη̃ς σήμερον καὶ ἐπέκεινα του̃ λαβει̃ν ἀπὸ γη̃ς Ιουδα καὶ ἀπὸ τω̃ν τριω̃ν νομω̃ν τω̃ν προστιθεμένων αὐτη̨̃ ἀπὸ τη̃ς Σαμαρίτιδος καὶ Γαλιλαίας ἀπὸ τη̃ς σήμερον ἡμέρας καὶ εἰς τὸν ἅπαντα χρόνον
31 καὶ Ιερουσαλημ ἔστω ἁγία καὶ ἀφειμένη καὶ τὰ ὅρια αὐτη̃ς αἱ δεκάται καὶ τὰ τέλη
32 ἀφίημι καὶ τὴν ἐξουσίαν τη̃ς ἄκρας τη̃ς ἐν Ιερουσαλημ καὶ δίδωμι τω̨̃ ἀρχιερει̃ ὅπως ἂν καταστήση̨ ἐν αὐτη̨̃ ἄνδρας οὓς ἂν αὐτὸς ἐκλέξηται του̃ φυλάσσειν αὐτήν
33 καὶ πα̃σαν ψυχὴν Ιουδαίων τὴν αἰχμαλωτισθει̃σαν ἀπὸ γη̃ς Ιουδα εἰς πα̃σαν βασιλείαν μου ἀφίημι ἐλευθέραν δωρεάν καὶ πάντες ἀφιέτωσαν τοὺς φόρους καὶ τω̃ν κτηνω̃ν αὐτω̃ν
34 καὶ πα̃σαι αἱ ἑορταὶ καὶ τὰ σάββατα καὶ νουμηνίαι καὶ ἡμέραι ἀποδεδειγμέναι καὶ τρει̃ς ἡμέραι πρὸ ἑορτη̃ς καὶ τρει̃ς μετὰ ἑορτὴν ἔστωσαν πα̃σαι ἡμέραι ἀτελείας καὶ ἀφέσεως πα̃σιν τοι̃ς Ιουδαίοις τοι̃ς οὐ̃σιν ἐν τη̨̃ βασιλεία̨ μου
35 καὶ οὐχ ἕξει ἐξουσίαν οὐδεὶς πράσσειν καὶ παρενοχλει̃ν τινα αὐτω̃ν περὶ παντὸς πράγματος
36 καὶ προγραφήτωσαν τω̃ν Ιουδαίων εἰς τὰς δυνάμεις του̃ βασιλέως εἰς τριάκοντα χιλιάδας ἀνδρω̃ν καὶ δοθήσεται αὐτοι̃ς ξένια ὡς καθήκει πάσαις ται̃ς δυνάμεσιν του̃ βασιλέως
37 καὶ κατασταθήσεται ἐξ αὐτω̃ν ἐν τοι̃ς ὀχυρώμασιν του̃ βασιλέως τοι̃ς μεγάλοις καὶ ἐκ τούτων κατασταθήσονται ἐπὶ χρειω̃ν τη̃ς βασιλείας τω̃ν οὐσω̃ν εἰς πίστιν καὶ οἱ ἐπ' αὐτω̃ν καὶ οἱ ἄρχοντες ἔστωσαν ἐξ αὐτω̃ν καὶ πορευέσθωσαν τοι̃ς νόμοις αὐτω̃ν καθὰ καὶ προσέταξεν ὁ βασιλεὺς ἐν γη̨̃ Ιουδα
38 καὶ τοὺς τρει̃ς νομοὺς τοὺς προστεθέντας τη̨̃ Ιουδαία̨ ἀπὸ τη̃ς χώρας Σαμαρείας προστεθήτω τη̨̃ Ιουδαία̨ πρὸς τὸ λογισθη̃ναι του̃ γενέσθαι ὑφ' ἕνα του̃ μὴ ὑπακου̃σαι ἄλλης ἐξουσίας ἀλλ' ἢ του̃ ἀρχιερέως
39 Πτολεμαίδα καὶ τὴν προσκυρου̃σαν αὐτη̨̃ δέδωκα δόμα τοι̃ς ἁγίοις τοι̃ς ἐν Ιερουσαλημ εἰς τὴν καθήκουσαν δαπάνην τοι̃ς ἁγίοις
40 κἀγὼ δίδωμι κατ' ἐνιαυτὸν δέκα πέντε χιλιάδας σίκλων ἀργυρίου ἀπὸ τω̃ν λόγων του̃ βασιλέως ἀπὸ τω̃ν τόπων τω̃ν ἀνηκόντων
41 καὶ πα̃ν τὸ πλεονάζον ὃ οὐκ ἀπεδίδοσαν ἀπὸ τω̃ν χρειω̃ν ὡς ἐν τοι̃ς πρώτοις ἔτεσιν ἀπὸ του̃ νυ̃ν δώσουσιν εἰς τὰ ἔργα του̃ οἴκου
42 καὶ ἐπὶ τούτοις πεντακισχιλίους σίκλους ἀργυρίου οὓς ἐλάμβανον ἀπὸ τω̃ν χρειω̃ν του̃ ἁγίου ἀπὸ του̃ λόγου κατ' ἐνιαυτόν καὶ ταυ̃τα ἀφίεται διὰ τὸ ἀνήκειν αὐτὰ τοι̃ς ἱερευ̃σιν τοι̃ς λειτουργου̃σιν
43 καὶ ὅσοι ἐὰν φύγωσιν εἰς τὸ ἱερὸν τὸ ἐν Ιεροσολύμοις καὶ ἐν πα̃σιν τοι̃ς ὁρίοις αὐτου̃ ὀφείλων βασιλικὰ καὶ πα̃ν πρα̃γμα ἀπολελύσθωσαν καὶ πάντα ὅσα ἐστὶν αὐτοι̃ς ἐν τη̨̃ βασιλεία̨ μου
44 καὶ του̃ οἰκοδομηθη̃ναι καὶ ἐπικαινισθη̃ναι τὰ ἔργα τω̃ν ἁγίων καὶ ἡ δαπάνη δοθήσεται ἐκ του̃ λόγου του̃ βασιλέως
45 καὶ του̃ οἰκοδομηθη̃ναι τὰ τείχη Ιερουσαλημ καὶ ὀχυρω̃σαι κυκλόθεν καὶ ἡ δαπάνη δοθήσεται ἐκ του̃ λόγου του̃ βασιλέως καὶ του̃ οἰκοδομηθη̃ναι τὰ τείχη ἐν τη̨̃ Ιουδαία̨
46 ὡς δὲ ἤκουσεν Ιωναθαν καὶ ὁ λαὸς τοὺς λόγους τούτους οὐκ ἐπίστευσαν αὐτοι̃ς οὐδὲ ἐπεδέξαντο ὅτι ἐπεμνήσθησαν τη̃ς κακίας τη̃ς μεγάλης ἡ̃ς ἐποίησεν ἐν Ισραηλ καὶ ἔθλιψεν αὐτοὺς σφόδρα
47 καὶ εὐδόκησαν ἐν 'Αλεξάνδρω̨ ὅτι αὐτὸς ἐγένετο αὐτοι̃ς ἀρχηγὸς λόγων εἰρηνικω̃ν καὶ συνεμάχουν αὐτω̨̃ πάσας τὰς ἡμέρας
48 καὶ συνήγαγεν 'Αλέξανδρος ὁ βασιλεὺς δυνάμεις μεγάλας καὶ παρενέβαλεν ἐξ ἐναντίας Δημητρίου
49 καὶ συνη̃ψαν πόλεμον οἱ δύο βασιλει̃ς καὶ ἔφυγεν ἡ παρεμβολὴ Δημητρίου καὶ ἐδίωξεν αὐτὸν ὁ 'Αλέξανδρος καὶ ἴσχυσεν ἐπ' αὐτούς
50 καὶ ἐστερέωσεν τὸν πόλεμον σφόδρα ἕως ἔδυ ὁ ἥλιος καὶ ἔπεσεν ὁ Δημήτριος ἐν τη̨̃ ἡμέρα̨ ἐκείνη̨
51 καὶ ἀπέστειλεν 'Αλέξανδρος πρὸς Πτολεμαι̃ον βασιλέα Αἰγύπτου πρέσβεις κατὰ τοὺς λόγους τούτους λέγων
52 ἐπεὶ ἀνέστρεψα εἰς τὴν βασιλείαν μου καὶ ἐνεκάθισα ἐπὶ θρόνου πατέρων μου καὶ ἐκράτησα τη̃ς ἀρχη̃ς καὶ συνέτριψα τὸν Δημήτριον καὶ ἐπεκράτησα τη̃ς χώρας ἡμω̃ν
53 καὶ συνη̃ψα πρὸς αὐτὸν μάχην καὶ συνετρίβη αὐτὸς καὶ ἡ παρεμβολὴ αὐτου̃ ὑφ' ἡμω̃ν καὶ ἐκαθίσαμεν ἐπὶ θρόνου βασιλείας αὐτου̃
54 καὶ νυ̃ν στήσωμεν πρὸς αὑτοὺς φιλίαν καὶ νυ̃ν δός μοι τὴν θυγατέρα σου εἰς γυναι̃κα καὶ ἐπιγαμβρεύσω σοι καὶ δώσω σοι δόματα καὶ αὐτη̨̃ ἄξιά σου
55 καὶ ἀπεκρίθη Πτολεμαι̃ος ὁ βασιλεὺς λέγων ἀγαθὴ ἡμέρα ἐν ἡ̨̃ ἐπέστρεψας εἰς γη̃ν πατέρων σου καὶ ἐκάθισας ἐπὶ θρόνου βασιλείας αὐτω̃ν
56 καὶ νυ̃ν ποιήσω σοι ἃ ἔγραψας ἀλλὰ ἀπάντησον εἰς Πτολεμαίδα ὅπως ἴδωμεν ἀλλήλους καὶ ἐπιγαμβρεύσω σοι καθὼς εἴρηκας
57 καὶ ἐξη̃λθεν Πτολεμαι̃ος ἐξ Αἰγύπτου αὐτὸς καὶ Κλεοπάτρα ἡ θυγάτηρ αὐτου̃ καὶ ἠ̃λθεν εἰς Πτολεμαίδα ἔτους δευτέρου καὶ ἑξηκοστου̃ καὶ ἑκατοστου̃
58 καὶ ἀπήντησεν αὐτω̨̃ 'Αλέξανδρος ὁ βασιλεύς καὶ ἐξέδετο αὐτω̨̃ Κλεοπάτραν τὴν θυγατέρα αὐτου̃ καὶ ἐποίησεν τὸν γάμον αὐτη̃ς ἐν Πτολεμαίδι καθὼς οἱ βασιλει̃ς ἐν δόξη̨ μεγάλη̨
59 καὶ ἔγραψεν 'Αλέξανδρος ὁ βασιλεὺς Ιωναθη ἐλθει̃ν εἰς συνάντησιν αὐτω̨̃
60 καὶ ἐπορεύθη μετὰ δόξης εἰς Πτολεμαίδα καὶ ἀπήντησεν τοι̃ς δυσὶν βασιλευ̃σι καὶ ἔδωκεν αὐτοι̃ς ἀργύριον καὶ χρυσίον καὶ τοι̃ς φίλοις αὐτω̃ν καὶ δόματα πολλὰ καὶ εὑ̃ρεν χάριν ἐνώπιον αὐτω̃ν
61 καὶ ἐπισυνήχθησαν ἐπ' αὐτὸν ἄνδρες λοιμοὶ ἐξ Ισραηλ ἄνδρες παράνομοι ἐντυχει̃ν κατ' αὐτου̃ καὶ οὐ προσέσχεν αὐτοι̃ς ὁ βασιλεύς
62 καὶ προσέταξεν ὁ βασιλεὺς καὶ ἐξέδυσαν Ιωναθαν τὰ ἱμάτια αὐτου̃ καὶ ἐνέδυσαν αὐτὸν πορφύραν καὶ ἐποίησαν οὕτως
63 καὶ ἐκάθισεν αὐτὸν ὁ βασιλεὺς μετ' αὐτου̃ καὶ εἰ̃πεν τοι̃ς ἄρχουσιν αὐτου̃ ἐξέλθατε μετ' αὐτου̃ εἰς μέσον τη̃ς πόλεως καὶ κηρύξατε του̃ μηδένα ἐντυγχάνειν κατ' αὐτου̃ περὶ μηδενὸς πράγματος καὶ μηδεὶς αὐτω̨̃ παρενοχλείτω περὶ παντὸς λόγου
64 καὶ ἐγένετο ὡς εἰ̃δον οἱ ἐντυγχάνοντες τὴν δόξαν αὐτου̃ καθὼς ἐκήρυξεν καὶ περιβεβλημένον αὐτὸν πορφύραν καὶ ἔφυγον πάντες
65 καὶ ἐδόξασεν αὐτὸν ὁ βασιλεὺς καὶ ἔγραψεν αὐτὸν τω̃ν πρώτων φίλων καὶ ἔθετο αὐτὸν στρατηγὸν καὶ μεριδάρχην
66 καὶ ἐπέστρεψεν Ιωναθαν εἰς Ιερουσαλημ μετ' εἰρήνης καὶ εὐφροσύνης
67 καὶ ἐν ἔτει πέμπτω̨ καὶ ἑξηκοστω̨̃ καὶ ἑκατοστω̨̃ ἠ̃λθεν Δημήτριος υἱὸς Δημητρίου ἐκ Κρήτης εἰς τὴν γη̃ν τω̃ν πατέρων αὐτου̃
68 καὶ ἤκουσεν 'Αλέξανδρος ὁ βασιλεὺς καὶ ἐλυπήθη σφόδρα καὶ ὑπέστρεψεν εἰς 'Αντιόχειαν
69 καὶ κατέστησεν Δημήτριος 'Απολλώνιον τὸν ὄντα ἐπὶ Κοίλης Συρίας καὶ συνήγαγεν δύναμιν μεγάλην καὶ παρενέβαλεν ἐπὶ Ιάμνειαν καὶ ἀπέστειλεν πρὸς Ιωναθαν τὸν ἀρχιερέα λέγων
70 σὺ μονώτατος ἐπαίρη̨ ἐφ' ἡμα̃ς ἐγὼ δὲ ἐγενήθην εἰς καταγέλωτα καὶ εἰς ὀνειδισμὸν διὰ σέ καὶ διὰ τί σὺ ἐξουσιάζη̨ ἐφ' ἡμα̃ς ἐν τοι̃ς ὄρεσι
71 νυ̃ν οὐ̃ν εἰ πέποιθας ἐπὶ ται̃ς δυνάμεσίν σου κατάβηθι πρὸς ἡμα̃ς εἰς τὸ πεδίον καὶ συγκριθω̃μεν ἑαυτοι̃ς ἐκει̃ ὅτι μετ' ἐμου̃ ἐστιν δύναμις τω̃ν πόλεων
72 ἐρώτησον καὶ μάθε τίς εἰμι καὶ οἱ λοιποὶ οἱ βοηθου̃ντες ἡμι̃ν καὶ λέγουσιν οὐκ ἔστιν ὑμι̃ν στάσις ποδὸς κατὰ πρόσωπον ἡμω̃ν ὅτι δὶς ἐτροπώθησαν οἱ πατέρες σου ἐν τη̨̃ γη̨̃ αὐτω̃ν
73 καὶ νυ̃ν οὐ δυνήση̨ ὑποστη̃ναι τὴν ἵππον καὶ δύναμιν τοιαύτην ἐν τω̨̃ πεδίω̨ ὅπου οὐκ ἔστιν λίθος οὐδὲ κόχλαξ οὐδὲ τόπος του̃ φυγει̃ν
74 ὡς δὲ ἤκουσεν Ιωναθαν τω̃ν λόγων 'Απολλωνίου ἐκινήθη τη̨̃ διανοία̨ καὶ ἐπέλεξεν δέκα χιλιάδας ἀνδρω̃ν καὶ ἐξη̃λθεν ἐξ Ιερουσαλημ καὶ συνήντησεν αὐτω̨̃ Σιμων ὁ ἀδελφὸς αὐτου̃ ἐπὶ βοήθειαν αὐτω̨̃
75 καὶ παρενέβαλεν ἐπὶ Ιοππην καὶ ἀπέκλεισαν αὐτὴν οἱ ἐκ τη̃ς πόλεως ὅτι φρουρὰ 'Απολλωνίου ἐν Ιοππη καὶ ἐπολέμησαν αὐτήν
76 καὶ φοβηθέντες ἤνοιξαν οἱ ἐκ τη̃ς πόλεως καὶ ἐκυρίευσεν Ιωναθαν Ιοππης
77 καὶ ἤκουσεν 'Απολλώνιος καὶ παρενέβαλεν τρισχιλίαν ἵππον καὶ δύναμιν πολλὴν καὶ ἐπορεύθη εἰς 'Άζωτον ὡς διοδεύων καὶ ἅμα προη̃γεν εἰς τὸ πεδίον διὰ τὸ ἔχειν αὐτὸν πλη̃θος ἵππου καὶ πεποιθέναι ἐπ' αὐτη̨̃
78 καὶ κατεδίωξεν ὀπίσω αὐτου̃ εἰς 'Άζωτον καὶ συνη̃ψαν αἱ παρεμβολαὶ εἰς πόλεμον
79 καὶ ἀπέλιπεν Απολλώνιος χιλίαν ἵππον κρυπτω̃ς κατόπισθεν αὐτω̃ν
80 καὶ ἔγνω Ιωναθαν ὅτι ἔστιν ἔνεδρον κατόπισθεν αὐτου̃ καὶ ἐκύκλωσαν αὐτου̃ τὴν παρεμβολὴν καὶ ἐξετίναξαν τὰς σχίζας εἰς τὸν λαὸν ἐκ πρωίθεν ἕως δείλης
81 ὁ δὲ λαὸς εἱστήκει καθὼς ἐπέταξεν Ιωναθαν καὶ ἐκοπίασαν οἱ ἵπποι αὐτω̃ν
82 καὶ εἵλκυσεν Σιμων τὴν δύναμιν αὐτου̃ καὶ συνη̃ψεν πρὸς τὴν φάλαγγα ἡ γὰρ ἵππος ἐξελύθη καὶ συνετρίβησαν ὑπ' αὐτου̃ καὶ ἔφυγον
83 καὶ ἡ ἵππος ἐσκορπίσθη ἐν τω̨̃ πεδίω̨ καὶ ἔφυγον εἰς 'Άζωτον καὶ εἰση̃λθον εἰς Βηθδαγων τὸ εἰδώλιον αὐτω̃ν του̃ σωθη̃ναι
84 καὶ ἐνεπύρισεν Ιωναθαν τὴν 'Άζωτον καὶ τὰς πόλεις τὰς κύκλω̨ αὐτη̃ς καὶ ἔλαβεν τὰ σκυ̃λα αὐτω̃ν καὶ τὸ ἱερὸν Δαγων καὶ τοὺς συμφυγόντας εἰς αὐτὸ ἐνεπύρισεν πυρί
85 καὶ ἐγένοντο οἱ πεπτωκότες μαχαίρα̨ σὺν τοι̃ς ἐμπυρισθει̃σιν εἰς ἄνδρας ὀκτακισχιλίους
86 καὶ ἀπη̃ρεν ἐκει̃θεν Ιωναθαν καὶ παρενέβαλεν ἐπὶ 'Ασκαλω̃να καὶ ἐξη̃λθον οἱ ἐκ τη̃ς πόλεως εἰς συνάντησιν αὐτω̨̃ ἐν δόξη̨ μεγάλη̨
87 καὶ ἐπέστρεψεν Ιωναθαν εἰς Ιερουσαλημ σὺν τοι̃ς παρ' αὐτου̃ ἔχοντες σκυ̃λα πολλά
88 καὶ ἐγένετο ὡς ἤκουσεν 'Αλέξανδρος ὁ βασιλεὺς τοὺς λόγους τούτους καὶ προσέθετο ἔτι δοξάσαι τὸν Ιωναθαν
89 καὶ ἀπέστειλεν αὐτω̨̃ πόρπην χρυση̃ν ὡς ἔθος ἐστὶν δίδοσθαι τοι̃ς συγγενέσιν τω̃ν βασιλέων καὶ ἔδωκεν αὐτω̨̃ τὴν Ακκαρων καὶ πάντα τὰ ὅρια αὐτη̃ς εἰς κληροδοσίαν
Для корректного отображения некириллических текстов желательно установить шрифты Lucida Sans Unicode (для текстов на греческом) и Hirmos (для текстов на церковнославянском). Если Ваш браузер поддерживает технологию CSS3, шрифты будут загружены автоматически.

Благодаря регистрации Вы можете подписаться на рассылку текстов любого из планов чтения Библии

Мы планируем постепенно развивать возможности самостоятельной настройки сайта и другие дополнительные сервисы для зарегистрированных пользователей, так что советуем регистрироваться уже сейчас (разумеется, бесплатно).