1 καὶ ἐν ἔτει δευτέρω̨ καὶ ἑβδομηκοστω̨̃ καὶ ἑκατοστω̨̃ συνήγαγεν Δημήτριος ὁ βασιλεὺς τὰς δυνάμεις αὐτου̃ καὶ ἐπορεύθη εἰς Μηδίαν του̃ ἐπισπάσασθαι βοήθειαν ἑαυτω̨̃ ὅπως πολεμήση̨ τὸν Τρύφωνα |
2 καὶ ἤκουσεν 'Αρσάκης ὁ βασιλεὺς τη̃ς Περσίδος καὶ Μηδίας ὅτι εἰση̃λθεν Δημήτριος εἰς τὰ ὅρια αὐτου̃ καὶ ἀπέστειλεν ἕνα τω̃ν ἀρχόντων αὐτου̃ συλλαβει̃ν αὐτὸν ζω̃ντα |
3 καὶ ἐπορεύθη καὶ ἐπάταξεν τὴν παρεμβολὴν Δημητρίου καὶ συνέλαβεν αὐτὸν καὶ ἤγαγεν αὐτὸν πρὸς 'Αρσάκην καὶ ἔθετο αὐτὸν ἐν φυλακη̨̃ |
4 καὶ ἡσύχασεν ἡ γη̃ Ιουδα πάσας τὰς ἡμέρας Σιμωνος καὶ ἐζήτησεν ἀγαθὰ τω̨̃ ἔθνει αὐτου̃ καὶ ἤρεσεν αὐτοι̃ς ἡ ἐξουσία αὐτου̃ καὶ ἡ δόξα αὐτου̃ πάσας τὰς ἡμέρας |
5 καὶ μετὰ πάσης τη̃ς δόξης αὐτου̃ ἔλαβεν τὴν Ιοππην εἰς λιμένα καὶ ἐποίησεν εἴσοδον ται̃ς νήσοις τη̃ς θαλάσσης |
6 καὶ ἐπλάτυνεν τὰ ὅρια τω̨̃ ἔθνει αὐτου̃ καὶ ἐκράτησεν τη̃ς χώρας |
7 καὶ συνήγαγεν αἰχμαλωσίαν πολλὴν καὶ ἐκυρίευσεν Γαζαρων καὶ Βαιθσουρων καὶ τη̃ς ἄκρας καὶ ἐξη̃ρεν τὰς ἀκαθαρσίας ἐξ αὐτη̃ς καὶ οὐκ ἠ̃ν ὁ ἀντικείμενος αὐτω̨̃ |
8 καὶ ἠ̃σαν γεωργου̃ντες τὴν γη̃ν αὐτω̃ν μετ' εἰρήνης καὶ ἡ γη̃ ἐδίδου τὰ γενήματα αὐτη̃ς καὶ τὰ ξύλα τω̃ν πεδίων τὸν καρπὸν αὐτω̃ν |
9 πρεσβύτεροι ἐν ται̃ς πλατείαις ἐκάθηντο πάντες περὶ ἀγαθω̃ν ἐκοινολογου̃ντο καὶ οἱ νεανίσκοι ἐνεδύσαντο δόξας καὶ στολὰς πολέμου |
10 ται̃ς πόλεσιν ἐχορήγησεν βρώματα καὶ ἔταξεν αὐτὰς ἐν σκεύεσιν ὀχυρώσεως ἕως ὅτου ὠνομάσθη τὸ ὄνομα τη̃ς δόξης αὐτου̃ ἕως ἄκρου γη̃ς |
11 ἐποίησεν εἰρήνην ἐπὶ τη̃ς γη̃ς καὶ εὐφράνθη Ισραηλ εὐφροσύνην μεγάλην |
12 καὶ ἐκάθισεν ἕκαστος ὑπὸ τὴν ἄμπελον αὐτου̃ καὶ τὴν συκη̃ν αὐτου̃ καὶ οὐκ ἠ̃ν ὁ ἐκφοβω̃ν αὐτούς |
13 καὶ ἐξέλιπεν πολεμω̃ν αὐτοὺς ἐπὶ τη̃ς γη̃ς καὶ οἱ βασιλει̃ς συνετρίβησαν ἐν ται̃ς ἡμέραις ἐκείναις |
14 καὶ ἐστήρισεν πάντας τοὺς ταπεινοὺς του̃ λαου̃ αὐτου̃ τὸν νόμον ἐξεζήτησεν καὶ ἐξη̃ρεν πάντα ἄνομον καὶ πονηρόν |
15 τὰ ἅγια ἐδόξασεν καὶ ἐπλήθυνεν τὰ σκεύη τω̃ν ἁγίων |
16 καὶ ἠκούσθη ἐν 'Ρώμη̨ ὅτι ἀπέθανεν Ιωναθαν καὶ ἕως Σπάρτης καὶ ἐλυπήθησαν σφόδρα |
17 ὡς δὲ ἤκουσαν ὅτι Σιμων ὁ ἀδελφὸς αὐτου̃ γέγονεν ἀρχιερεὺς ἀντ' αὐτου̃ καὶ αὐτὸς ἐπικρατει̃ τη̃ς χώρας καὶ τω̃ν πόλεων τω̃ν ἐν αὐτη̨̃ |
18 ἔγραψαν πρὸς αὐτὸν δέλτοις χαλκαι̃ς του̃ ἀνανεώσασθαι πρὸς αὐτὸν φιλίαν καὶ συμμαχίαν ἣν ἔστησαν πρὸς Ιουδαν καὶ Ιωναθαν τοὺς ἀδελφοὺς αὐτου̃ |
19 καὶ ἀνεγνώσθησαν ἐνώπιον τη̃ς ἐκκλησίας ἐν Ιερουσαλημ |
20 καὶ του̃το τὸ ἀντίγραφον τω̃ν ἐπιστολω̃ν ὡ̃ν ἀπέστειλαν οἱ Σπαρτια̃ται Σπαρτιατω̃ν ἄρχοντες καὶ ἡ πόλις Σιμωνι ἱερει̃ μεγάλω̨ καὶ τοι̃ς πρεσβυτέροις καὶ τοι̃ς ἱερευ̃σιν καὶ τω̨̃ λοιπω̨̃ δήμω̨ τω̃ν Ιουδαίων ἀδελφοι̃ς χαίρειν |
21 οἱ πρεσβευταὶ οἱ ἀποσταλέντες πρὸς τὸν δη̃μον ἡμω̃ν ἀπήγγειλαν ἡμι̃ν περὶ τη̃ς δόξης ὑμω̃ν καὶ τιμη̃ς καὶ ηὐφράνθημεν ἐπὶ τη̨̃ ἐφόδω̨ αὐτω̃ν |
22 καὶ ἀνεγράψαμεν τὰ ὑπ' αὐτω̃ν εἰρημένα ἐν ται̃ς βουλαι̃ς του̃ δήμου οὕτως Νουμήνιος 'Αντιόχου καὶ 'Αντίπατρος 'Ιάσονος πρεσβευταὶ Ιουδαίων ἠ̃λθον πρὸς ἡμα̃ς ἀνανεούμενοι τὴν πρὸς ἡμα̃ς φιλίαν |
23 καὶ ἤρεσεν τω̨̃ δήμω̨ ἐπιδέξασθαι τοὺς ἄνδρας ἐνδόξως καὶ του̃ θέσθαι τὸ ἀντίγραφον τω̃ν λόγων αὐτω̃ν ἐν τοι̃ς ἀποδεδειγμένοις τω̨̃ δήμω̨ βιβλίοις του̃ μνημόσυνον ἔχειν τὸν δη̃μον τω̃ν Σπαρτιατω̃ν τὸ δὲ ἀντίγραφον τούτων ἔγραψαν Σιμωνι τω̨̃ ἀρχιερει̃ |
24 μετὰ ταυ̃τα ἀπέστειλεν Σιμων τὸν Νουμήνιον εἰς 'Ρώμην ἔχοντα ἀσπίδα χρυση̃ν μεγάλην ὁλκὴν μνω̃ν χιλίων εἰς τὸ στη̃σαι πρὸς αὐτοὺς τὴν συμμαχίαν |
25 ὡς δὲ ἤκουσεν ὁ δη̃μος τω̃ν λόγων τούτων εἰ̃παν τίνα χάριν ἀποδώσομεν Σιμωνι καὶ τοι̃ς υἱοι̃ς αὐτου̃ |
26 ἐστήρισεν γὰρ αὐτὸς καὶ οἱ ἀδελφοὶ αὐτου̃ καὶ ὁ οἰ̃κος του̃ πατρὸς αὐτου̃ καὶ ἐπολέμησεν τοὺς ἐχθροὺς Ισραηλ ἀπ' αὐτω̃ν καὶ ἔστησαν αὐτω̨̃ ἐλευθερίαν καὶ κατέγραψαν ἐν δέλτοις χαλκαι̃ς καὶ ἔθεντο ἐν στήλαις ἐν ὄρει Σιων |
27 καὶ του̃το τὸ ἀντίγραφον τη̃ς γραφη̃ς ὀκτωκαιδεκάτη̨ Ελουλ ἔτους δευτέρου καὶ ἑβδομηκοστου̃ καὶ ἑκατοστου̃ καὶ του̃το τρίτον ἔτος ἐπὶ Σιμωνος ἀρχιερέως μεγάλου ἐν ασαραμελ |
28 ἐπὶ συναγωγη̃ς μεγάλης ἱερέων καὶ λαου̃ καὶ ἀρχόντων ἔθνους καὶ τω̃ν πρεσβυτέρων τη̃ς χώρας ἐγνώρισεν ἡμι̃ν |
29 ἐπεὶ πολλάκις ἐγενήθησαν πόλεμοι ἐν τη̨̃ χώρα̨ Σιμων δὲ υἱὸς Ματταθιου ἱερεὺς τω̃ν υἱω̃ν Ιωαριβ καὶ οἱ ἀδελφοὶ αὐτου̃ ἔδωκαν αὑτοὺς τω̨̃ κινδύνω̨ καὶ ἀντέστησαν τοι̃ς ὑπεναντίοις του̃ ἔθνους αὐτω̃ν ὅπως σταθη̨̃ τὰ ἅγια αὐτω̃ν καὶ ὁ νόμος καὶ δόξη̨ μεγάλη̨ ἐδόξασαν τὸ ἔθνος αὐτω̃ν |
30 καὶ ἤθροισεν Ιωναθαν τὸ ἔθνος αὐτω̃ν καὶ ἐγενήθη αὐτοι̃ς ἀρχιερεὺς καὶ προσετέθη πρὸς τὸν λαὸν αὐτου̃ |
31 καὶ ἐβουλήθησαν οἱ ἐχθροὶ αὐτω̃ν ἐμβατευ̃σαι εἰς τὴν χώραν αὐτω̃ν καὶ ἐκτει̃ναι χει̃ρας ἐπὶ τὰ ἅγια αὐτω̃ν |
32 τότε ἀντέστη Σιμων καὶ ἐπολέμησε περὶ του̃ ἔθνους αὐτου̃ καὶ ἐδαπάνησεν χρήματα πολλὰ τω̃ν ἑαυτου̃ καὶ ὁπλοδότησεν τοὺς ἄνδρας τη̃ς δυνάμεως του̃ ἔθνους αὐτου̃ καὶ ἔδωκεν αὐτοι̃ς ὀψώνια |
33 καὶ ὠχύρωσεν τὰς πόλεις τη̃ς Ιουδαίας καὶ τὴν Βαιθσουραν τὴν ἐπὶ τω̃ν ὁρίων τη̃ς Ιουδαίας οὑ̃ ἠ̃ν τὰ ὅπλα τω̃ν πολεμίων τὸ πρότερον καὶ ἔθετο ἐκει̃ φρουρὰν ἄνδρας Ιουδαίους |
34 καὶ Ιοππην ὠχύρωσεν τὴν ἐπὶ τη̃ς θαλάσσης καὶ τὴν Γαζαραν τὴν ἐπὶ τω̃ν ὁρίων 'Αζώτου ἐν ἡ̨̃ ὤ̨κουν οἱ πολέμιοι τὸ πρότερον καὶ κατώ̨κισεν ἐκει̃ Ιουδαίους καὶ ὅσα ἐπιτήδεια ἠ̃ν πρὸς τη̨̃ τούτων ἐπανορθώσει ἔθετο ἐν αὐτοι̃ς |
35 καὶ εἰ̃δεν ὁ λαὸς τὴν πίστιν του̃ Σιμωνος καὶ τὴν δόξαν ἣν ἐβουλεύσατο ποιη̃σαι τω̨̃ ἔθνει αὐτου̃ καὶ ἔθεντο αὐτὸν ἡγούμενον αὐτω̃ν καὶ ἀρχιερέα διὰ τὸ αὐτὸν πεποιηκέναι πάντα ταυ̃τα καὶ τὴν δικαιοσύνην καὶ τὴν πίστιν ἣν συνετήρησεν τω̨̃ ἔθνει αὐτου̃ καὶ ἐξεζήτησεν παντὶ τρόπω̨ ὑψω̃σαι τὸν λαὸν αὐτου̃ |
36 καὶ ἐν ται̃ς ἡμέραις αὐτου̃ εὐοδώθη ἐν ται̃ς χερσὶν αὐτου̃ του̃ ἐξαρθη̃ναι τὰ ἔθνη ἐκ τη̃ς χώρας αὐτω̃ν καὶ τοὺς ἐν τη̨̃ πόλει Δαυιδ τοὺς ἐν Ιερουσαλημ οἳ ἐποίησαν αὑτοι̃ς ἄκραν ἐξ ἡ̃ς ἐξεπορεύοντο καὶ ἐμίαινον κύκλω̨ τω̃ν ἁγίων καὶ ἐποίουν πληγὴν μεγάλην ἐν τη̨̃ ἁγνεία̨ |
37 καὶ κατώ̨κισεν ἐν αὐτη̨̃ ἄνδρας Ιουδαίους καὶ ὠχύρωσεν αὐτὴν πρὸς ἀσφάλειαν τη̃ς χώρας καὶ τη̃ς πόλεως καὶ ὕψωσεν τὰ τείχη τη̃ς Ιερουσαλημ |
38 καὶ ὁ βασιλεὺς Δημήτριος ἔστησεν αὐτω̨̃ τὴν ἀρχιερωσύνην κατὰ ταυ̃τα |
39 καὶ ἐποίησεν αὐτὸν τω̃ν φίλων αὐτου̃ καὶ ἐδόξασεν αὐτὸν δόξη̨ μεγάλη̨ |
40 ἤκουσεν γὰρ ὅτι προσηγόρευνται οἱ Ιουδαι̃οι ὑπὸ 'Ρωμαίων φίλοι καὶ σύμμαχοι καὶ ἀδελφοί καὶ ὅτι ἀπήντησαν τοι̃ς πρεσβευται̃ς Σιμωνος ἐνδόξως |
41 καὶ ὅτι οἱ Ιουδαι̃οι καὶ οἱ ἱερει̃ς εὐδόκησαν του̃ εἰ̃ναι αὐτω̃ν Σιμωνα ἡγούμενον καὶ ἀρχιερέα εἰς τὸν αἰω̃να ἕως του̃ ἀναστη̃ναι προφήτην πιστὸν |
42 καὶ του̃ εἰ̃ναι ἐπ' αὐτω̃ν στρατηγόν καὶ ὅπως μέλη̨ αὐτω̨̃ περὶ τω̃ν ἁγίων καθιστάναι δι' αὐτου̃ ἐπὶ τω̃ν ἔργων αὐτω̃ν καὶ ἐπὶ τη̃ς χώρας καὶ ἐπὶ τω̃ν ὅπλων καὶ ἐπὶ τω̃ν ὀχυρωμάτων |
43 καὶ ὅπως μέλη̨ αὐτω̨̃ περὶ τω̃ν ἁγίων καὶ ὅπως ἀκούηται ὑπὸ πάντων καὶ ὅπως γράφωνται ἐπὶ τω̨̃ ὀνόματι αὐτου̃ πα̃σαι συγγραφαὶ ἐν τη̨̃ χώρα̨ καὶ ὅπως περιβάλληται πορφύραν καὶ χρυσοφορη̨̃ |
44 καὶ οὐκ ἐξέσται οὐθενὶ του̃ λαου̃ καὶ τω̃ν ἱερέων ἀθετη̃σαί τι τούτων καὶ ἀντειπει̃ν τοι̃ς ὑπ' αὐτου̃ ῥηθησομένοις καὶ ἐπισυστρέψαι συστροφὴν ἐν τη̨̃ χώρα̨ ἄνευ αὐτου̃ καὶ περιβάλλεσθαι πορφύραν καὶ ἐμπορπου̃σθαι πόρπην χρυση̃ν |
45 ὃς δ' ἂν παρὰ ταυ̃τα ποιήση̨ ἢ ἀθετήση̨ τι τούτων ἔνοχος ἔσται |
46 καὶ εὐδόκησεν πα̃ς ὁ λαὸς θέσθαι Σιμωνι ποιη̃σαι κατὰ τοὺς λόγους τούτους |
47 καὶ ἐπεδέξατο Σιμων καὶ εὐδόκησεν ἀρχιερατεύειν καὶ εἰ̃ναι στρατηγὸς καὶ ἐθνάρχης τω̃ν Ιουδαίων καὶ ἱερέων καὶ του̃ προστατη̃σαι πάντων |
48 καὶ τὴν γραφὴν ταύτην εἰ̃πον θέσθαι ἐν δέλτοις χαλκαι̃ς καὶ στη̃σαι αὐτὰς ἐν περιβόλω̨ τω̃ν ἁγίων ἐν τόπω̨ ἐπισήμω̨ |
49 τὰ δὲ ἀντίγραφα αὐτω̃ν θέσθαι ἐν τω̨̃ γαζοφυλακίω̨ ὅπως ἔχη̨ Σιμων καὶ οἱ υἱοὶ αὐτου̃ |