1 μετ' ὀλίγον δὲ παντελω̃ς χρονίσκον Λυσίας ἐπίτροπος του̃ βασιλέως καὶ συγγενὴς καὶ ἐπὶ τω̃ν πραγμάτων λίαν βαρέως φέρων ἐπὶ τοι̃ς γεγονόσι |
2 συναθροίσας περὶ τὰς ὀκτὼ μυριάδας καὶ τὴν ἵππον ἅπασαν παρεγίνετο ἐπὶ τοὺς Ιουδαίους λογιζόμενος τὴν μὲν πόλιν 'Έλλησιν οἰκητήριον ποιήσειν |
3 τὸ δὲ ἱερὸν ἀργυρολόγητον καθὼς τὰ λοιπὰ τω̃ν ἐθνω̃ν τεμένη πρατὴν δὲ κατὰ ἔτος τὴν ἀρχιερωσύνην ποιήσειν |
4 οὐδαμω̃ς ἐπιλογιζόμενος τὸ του̃ θεου̃ κράτος πεφρενωμένος δὲ ται̃ς μυριάσιν τω̃ν πεζω̃ν καὶ ται̃ς χιλιάσιν τω̃ν ἱππέων καὶ τοι̃ς ἐλέφασιν τοι̃ς ὀγδοήκοντα |
5 εἰσελθὼν δὲ εἰς τὴν Ιουδαίαν καὶ συνεγγίσας Βαιθσουρα ὄντι μὲν ἐρυμνω̨̃ χωρίω̨ Ιεροσολύμων δὲ ἀπέχοντι ὡσεὶ σταδίους πέντε του̃το ἔθλιβεν |
6 ὡς δὲ μετέλαβον οἱ περὶ τὸν Μακκαβαι̃ον πολιορκου̃ντα αὐτὸν τὰ ὀχυρώματα μετὰ ὀδυρμω̃ν καὶ δακρύων ἱκέτευον σὺν τοι̃ς ὄχλοις τὸν κύριον ἀγαθὸν ἄγγελον ἀποστει̃λαι πρὸς σωτηρίαν τω̨̃ Ισραηλ |
7 αὐτὸς δὲ πρω̃τος ὁ Μακκαβαι̃ος ἀναλαβὼν τὰ ὅπλα προετρέψατο τοὺς ἄλλους ἅμα αὐτω̨̃ διακινδυνεύοντας ἐπιβοηθει̃ν τοι̃ς ἀδελφοι̃ς αὐτω̃ν ὁμου̃ δὲ καὶ προθύμως ἐξώρμησαν |
8 αὐτόθι δὲ πρὸς τοι̃ς Ιεροσολύμοις ὄντων ἐφάνη προηγούμενος αὐτω̃ν ἔφιππος ἐν λευκη̨̃ ἐσθη̃τι πανοπλίαν χρυση̃ν κραδαίνων |
9 ὁμου̃ δὲ πάντες εὐλόγησαν τὸν ἐλεήμονα θεὸν καὶ ἐπερρώσθησαν ται̃ς ψυχαι̃ς οὐ μόνον ἀνθρώπους θη̃ρας δὲ τοὺς ἀγριωτάτους καὶ σιδηρα̃ τείχη τιτρώσκειν ὄντες ἕτοιμοι |
10 προη̃γον ἐν διασκευη̨̃ τὸν ἀπ' οὐρανου̃ σύμμαχον ἔχοντες ἐλεήσαντος αὐτοὺς του̃ κυρίου |
11 λεοντηδὸν δὲ ἐντινάξαντες εἰς τοὺς πολεμίους κατέστρωσαν αὐτω̃ν χιλίους πρὸς τοι̃ς μυρίοις ἱππει̃ς δὲ ἑξακοσίους πρὸς τοι̃ς χιλίοις τοὺς δὲ πάντας ἠνάγκασαν φεύγειν |
12 οἱ πλείονες δὲ αὐτω̃ν τραυματίαι γυμνοὶ διεσώθησαν καὶ αὐτὸς δὲ ὁ Λυσίας αἰσχρω̃ς φεύγων διεσώθη |
13 οὐκ ἄνους δὲ ὑπάρχων πρὸς ἑαυτὸν ἀντιβάλλων τὸ γεγονὸς περὶ αὐτὸν ἐλάττωμα καὶ συννοήσας ἀνικήτους εἰ̃ναι τοὺς Εβραίους του̃ δυναμένου θεου̃ συμμαχου̃ντος αὐτοι̃ς |
14 προσαποστείλας ἔπεισεν συλλύεσθαι ἐπὶ πα̃σι τοι̃ς δικαίοις καὶ διότι καὶ τὸν βασιλέα πείσει φίλον αὐτοι̃ς ἀναγκάζων γενέσθαι |
15 ἐπένευσεν δὲ ὁ Μακκαβαι̃ος ἐπὶ πα̃σιν οἱ̃ς ὁ Λυσίας παρεκάλει του̃ συμφέροντος φροντίζων ὅσα γὰρ ὁ Μακκαβαι̃ος ἐπέδωκεν τω̨̃ Λυσία̨ διὰ γραπτω̃ν περὶ τω̃ν Ιουδαίων συνεχώρησεν ὁ βασιλεύς |
16 ἠ̃σαν γὰρ αἱ γεγραμμέναι τοι̃ς Ιουδαίοις ἐπιστολαὶ παρὰ μὲν Λυσίου περιέχουσαι τὸν τρόπον του̃τον Λυσίας τω̨̃ πλήθει τω̃ν Ιουδαίων χαίρειν |
17 Ιωαννης καὶ Αβεσσαλωμ οἱ πεμφθέντες παρ' ὑμω̃ν ἐπιδόντες τὸν ὑπογεγραμμένον χρηματισμὸν ἠξίουν περὶ τω̃ν δι' αὐτου̃ σημαινομένων |
18 ὅσα μὲν οὐ̃ν ἔδει καὶ τω̨̃ βασιλει̃ προσενεχθη̃ναι διεσάφησα ἃ δὲ ἠ̃ν ἐνδεχόμενα συνεχώρησεν |
19 ἐὰν μὲν οὐ̃ν συντηρήσητε τὴν εἰς τὰ πράγματα εὔνοιαν καὶ εἰς τὸ λοιπὸν πειράσομαι παραίτιος ἀγαθω̃ν γενέσθαι |
20 ὑπὲρ δὲ τούτων καὶ τω̃ν κατὰ μέρος ἐντέταλμαι τούτοις τε καὶ τοι̃ς παρ' ἐμου̃ διαλεχθη̃ναι ὑμι̃ν |
21 ἔρρωσθε ἔτους ἑκατοστου̃ τεσσαρακοστου̃ ὀγδόου Διὸς Κορινθίου τετράδι καὶ εἰκάδι |
22 ἡ δὲ του̃ βασιλέως ἐπιστολὴ περιει̃χεν οὕτως βασιλεὺς 'Αντίοχος τω̨̃ ἀδελφω̨̃ Λυσία̨ χαίρειν |
23 του̃ πατρὸς ἡμω̃ν εἰς θεοὺς μεταστάντος βουλόμενοι τοὺς ἐκ τη̃ς βασιλείας ἀταράχους ὄντας γενέσθαι πρὸς τὴν τω̃ν ἰδίων ἐπιμέλειαν |
24 ἀκηκοότες τοὺς Ιουδαίους μὴ συνευδοκου̃ντας τη̨̃ του̃ πατρὸς ἐπὶ τὰ 'Ελληνικὰ μεταθέσει ἀλλὰ τὴν ἑαυτω̃ν ἀγωγὴν αἱρετίζοντας ἀξιου̃ντας συγχωρηθη̃ναι αὐτοι̃ς τὰ νόμιμα |
25 αἱρούμενοι οὐ̃ν καὶ του̃το τὸ ἔθνος ἐκτὸς ταραχη̃ς εἰ̃ναι κρίνομεν τό τε ἱερὸν ἀποκατασταθη̃ναι αὐτοι̃ς καὶ πολιτεύεσθαι κατὰ τὰ ἐπὶ τω̃ν προγόνων αὐτω̃ν ἔθη |
26 εὐ̃ οὐ̃ν ποιήσεις διαπεμψάμενος πρὸς αὐτοὺς καὶ δοὺς δεξιάς ὅπως εἰδότες τὴν ἡμετέραν προαίρεσιν εὔθυμοί τε ὠ̃σιν καὶ ἡδέως διαγίνωνται πρὸς τη̨̃ τω̃ν ἰδίων ἀντιλήμψει |
27 πρὸς δὲ τὸ ἔθνος ἡ του̃ βασιλέως ἐπιστολὴ τοιάδε ἠ̃ν βασιλεὺς 'Αντίοχος τη̨̃ γερουσία̨ τω̃ν Ιουδαίων καὶ τοι̃ς ἄλλοις Ιουδαίοις χαίρειν |
28 εἰ ἔρρωσθε εἴη ἂν ὡς βουλόμεθα καὶ αὐτοὶ δὲ ὑγιαίνομεν |
29 ἐνεφάνισεν ἡμι̃ν Μενέλαος βούλεσθαι κατελθόντας ὑμα̃ς γίνεσθαι πρὸς τοι̃ς ἰδίοις |
30 τοι̃ς οὐ̃ν καταπορευομένοις μέχρι τριακάδος Ξανθικου̃ ὑπάρξει δεξιὰ μετὰ τη̃ς ἀδείας |
31 χρη̃σθαι τοὺς Ιουδαίους τοι̃ς ἑαυτω̃ν δαπανήμασιν καὶ νόμοις καθὰ καὶ τὸ πρότερον καὶ οὐδεὶς αὐτω̃ν κατ' οὐδένα τρόπον παρενοχληθήσεται περὶ τω̃ν ἠγνοημένων |
32 πέπομφα δὲ καὶ τὸν Μενέλαον παρακαλέσοντα ὑμα̃ς |
33 ἔρρωσθε ἔτους ἑκατοστου̃ τεσσαρακοστου̃ ὀγδόου Ξανθικου̃ πεντεκαιδεκάτη̨ |
34 ἔπεμψαν δὲ καὶ οἱ 'Ρωμαι̃οι πρὸς αὐτοὺς ἐπιστολὴν ἔχουσαν οὕτως Κόιντος Μέμμιος Τίτος Μάνιος πρεσβυ̃ται 'Ρωμαίων τω̨̃ δήμω̨ τω̃ν Ιουδαίων χαίρειν |
35 ὑπὲρ ὡ̃ν Λυσίας ὁ συγγενὴς του̃ βασιλέως συνεχώρησεν ὑμι̃ν καὶ ἡμει̃ς συνευδοκου̃μεν |
36 ἃ δὲ ἔκρινεν προσανενεχθη̃ναι τω̨̃ βασιλει̃ πέμψατέ τινα παραχρη̃μα ἐπισκεψάμενοι περὶ τούτων ἵνα ἐκθω̃μεν ὡς καθήκει ὑμι̃ν ἡμει̃ς γὰρ προσάγομεν πρὸς 'Αντιόχειαν |
37 διὸ σπεύσατε καὶ πέμψατέ τινας ὅπως καὶ ἡμει̃ς ἐπιγνω̃μεν ὁποίας ἐστὲ γνώμης |
38 ὑγιαίνετε ἔτους ἑκατοστου̃ τεσσαρακοστου̃ ὀγδόου Ξανθικου̃ πεντεκαιδεκάτη̨ |